θεσπεσίων ἐπέων λοιποῖς ἀθύρειν.τοῦτο γὰρ ἀθάνατον φωνᾶεν ἕρπει,εἴ τις εὖ εἴπῃ τι· καὶ πάγκαρπον ἐπὶ χθόνα καὶ διὰ πόντον βέβακενἑργμάτων ἀκτὶς καλῶν ἄσβεστος αἰεί.προφρόνων Μοισᾶν τύχοιμεν, κεῖνον ἅψαι πυρσὸν ὕμνωνκαὶ Μελίσσῳ, παγκρατίου στεφάνωμʼ ἐπάξιον,ἔρνεϊ Τελεσιάδα. τόλμᾳ γὰρ εἰκὼςθυμὸν ἐριβρεμετᾶν θηρῶν λεόντωνἐν πόνῳ, μῆτιν δʼ ἀλώπηξ, αἰετοῦ ἅ τʼ ἀναπιτναμένα ῥόμβον ἴσχει.χρὴ δὲ πᾶν ἔρδοντα μαυρῶσαι τὸν ἐχθρόν.οὐ γὰρ φύσιν Ὠαριωνείαν ἔλαχεν·ἀλλʼ ὀνοτὸς μὲν ἰδέσθαι,συμπεσεῖν δʼ ἀκμᾷ βαρύς.καίτοι πότʼ Ἀνταίου δόμουςΘηβᾶν ἀπὸ Καδμεϊᾶν μορφὰν βραχύς, ψυχὰν δʼ ἄκαμπτος, προσπαλαίσων ἦλθʼ ἀνὴρτὰν πυροφόρον Λιβύαν, κρανίοις ὄφρα ξένων ναὸν Ποσειδάωνος ἐρέφοντα σχέθοι,υἱὸς Ἀλκμήνας· ὃς Οὐλυμπόνδʼ ἔβα, γαίας τε πάσαςκαὶ βαθύκρημνον πολιᾶς ἁλὸς ἐξευρὼν θέναρ,ναυτιλίαισί τε πορθμὸν ἁμερώσαις.νῦν δὲ παρʼ Αἰγιόχῳ κάλλιστον ὄλβονἀμφέπων ναίει, τετίματαί τε πρὸς ἀθανάτων φίλος, Ἥβαν τʼ ὀπυίει,χρυσέων οἴκων ἄναξ καὶ γαμβρὸς Ἥρας.τῷ μὲν Ἀλεκτρᾶν ὕπερθεν δαῖτα πορσύνοντες ἀστοὶκαὶ νεόδματα στεφανώματα βωμῶν αὔξομενἔμπυρα χαλκοαρᾶν ὀκτὼ θανόντων,τοὺς Μεγάρα τέκε οἱ Κρειοντὶς υἱούς·τοῖσιν ἐν δυθμαῖσιν αὐγᾶν φλὸξ ἀνατελλομένα συνεχὲς παννυχίζειαἰθέρα κνις άε ντι λακτίζοισα καπνῷ,καὶ δεύτερον ἆμαρ ἐτείων τέρμʼ ἀέθλωνγίνεται, ἰσχύος ἔργον.ἔνθα λευκωθεὶς κάραμύρτοις ὅδʼ ἀνὴρ διπλόαννίκαν ἀνεφάνατο παίδων τε τρίταν πρόσθεν, κυβερνατῆρος οἰακοστρόφουγνώμᾳ πεπιθὼν πολυβούλῳ. σὺν Ὀρσέᾳ δέ νιν κωμάξομαι, τερπνὰν ἐπιστάζων χάριν.