ἔστι μοι θεῶν ἕκατι μυρία παντᾷ κέλευθος·ὦ Μέλισσʼ, εὐμαχανίαν γὰρ ἔφανας Ἰσθμίοιςὑμετέρας ἀρετὰς ὕμνῳ διώκειν·αἷσι Κλεωνυμίδαι θάλλοντες αἰεὶσὺν θεῷ θνατὸν διέρχονται βιότου τέλος. ἄλλοτε δʼ ἀλλοῖος οὖροςπάντας ἀνθρώπους ἐπαΐσσων ἐλαύνει.τοὶ μὲν ὦν Θήβαισι τιμάεντες ἀρχᾶθεν λέγονταιπρόξενοί τʼ ἀμφικτιόνων κελαδεννᾶς τʼ ὀρφανοὶὕβριος· ὅσσα δʼ ἐπʼ ἀνθρώπους ἄηταιμαρτύρια φθιμένων ζωῶν τε φωτῶνἀπλέτου δόξας, ἐπέψαυσαν κατὰ πᾶν τέλος· ἀνορέαις δʼ ἐσχάταισινοἴκοθεν στάλαισιν ἅπτονθʼ Ἡρακλείαις·καὶ μηκέτι μακροτέραν σπεύδειν ἀρετάν.ἱπποτρόφοι τʼ ἐγένοντο,χαλκέῳ τʼ Ἄρει ἅδον.ἀλλʼ ἁμέρᾳ γὰρ ἐν μιᾷτραχεῖα νιφὰς πολέμοιο τεσσάρωνἀνδρῶν ἐρήμωσεν μάκαιραν ἑστίαν·νῦν δʼ αὖ μετὰ χειμέριον ποικίλων μηνῶν ζόφονχθὼν ὥτε φοινικέοισιν ἄνθησεν ῥόδοιςδαιμόνων βουλαῖς. ὁ κινητὴρ δὲ γᾶς Ὀγχηστὸν οἰκέωνκαὶ γέφυραν ποντιάδα πρὸ Κορίνθου τειχέων,τόνδε πορὼν γενεᾷ θαυμαστὸν ὕμνονἐκ λεχέων ἀνάγει φάμαν παλαιὰνεὐκλέων ἔργων· ἐν ὕπνῳ γὰρ πέσεν· ἀλλʼ ἀνεγειρομένα χρῶτα λάμπει,Ἀωσφόρος θαητὸς ὣς ἄστροις ἐν ἄλλοις·ἅ τε κἀν γουνοῖς Ἀθανᾶν ἅρμα καρύξαισα νικᾶνἔν τʼ Ἀδραστείοις ἀέθλοις Σικυῶνος ὤπασεντοιάδε τῶν τότʼ ἐόντων φύλλʼ ἀοιδᾶν.οὐδὲ παναγυρίων ξυνᾶν ἀπεῖχονκαμπύλον δίφρον, Πανελλάνεσσι δʼ ἐριζόμενοι δαπάνᾳ χαῖρον ἵππων.τῶν ἀπειράτων γὰρ ἄγνωστοι σιωπαί,ἔστιν δʼ ἀφάνεια τύχας καὶ μαρναμένων,πρὶν τέλος ἄκρον ἱκέσθαι·τῶν τε γὰρ καὶ τῶν διδοῖ·καὶ κρέσσονʼ ἀνδρῶν χειρόνωνἔσφαλε τέχνα καταμάρψαισʼ. ἴστε μὰν Αἴαντος ἀλκὰν φοίνιον, τὰν ὀψίᾳἐν νυκτὶ ταμὼν περὶ ᾧ φασγάνῳ, μομφὰν ἔχει παίδεσσιν Ἑλλάνων ὅσοι Τρῴανδʼ ἔβαν.ἀλλʼ Ὅμηρός τοι τετίμακεν διʼ ἀνθρώπων, ὃς αὐτοῦπᾶσαν ὀρθώσαις ἀρετὰν κατὰ ῥάβδον ἔφρασεν