εἴ τις ἀνδρῶν εὐτυχήσαις ἢ σὺν εὐδόξοις ἀέθλοιςἢ σθένει πλούτου κατέχει φρασὶν αἰανῆ κόρον,ἄξιος εὐλογίαις ἀστῶν μεμίχθαι.Ζεῦ, μεγάλαι δʼ ἀρεταὶ θνατοῖς ἕπονταιἐκ σέθεν· ζώει δὲ μάσσων ὄλβος ὀπιζομένων, πλαγίαις δὲ φρένεσσινοὐχ ὁμῶς πάντα χρόνον θάλλων ὁμιλεῖ.εὐκλέων δʼ ἔργων ἄποινα χρὴ μὲν ὑμνῆσαι τὸν ἐσλόν,χρὴ δὲ κωμάζοντʼ ἀγαναῖς χαρίτεσσιν βαστάσαι.ἔστι δὲ καὶ διδύμων ἀέ θλων Μελίσσῳμοῖρα πρὸς εὐφροσύναν τρέψαι γλυκεῖανἦτορ, ἐν βάσσαισιν Ἰσθμοῦ δεξαμένῳ στεφάνους, τὰ δὲ κοίλᾳ λέοντοςἐν βαθυστέρνου νάπᾳ κάρυξε Θήβανἱπποδρομίᾳ κρατέων. ἀνδρῶν δʼ ἀρετὰνσύμφυτον οὐ κατελέγχει.ἴστε μὰν Κλεωνύμουδόξαν παλαιὰν ἅρμασιν·καὶ ματρόθε Λαβδακίδαισιν σύννομοι πλούτου διέστειχον τετραοριᾶν πόνοις.αἰὼν δὲ κυλινδομέναις ἁμέραις ἄλλʼ ἄλλοτʼ ἐξάλλαξεν· ἄτρωτοί γε μὰν παῖδες θεῶν.