οἱ μὲν πάλαι, ὦ Θρασύβουλε, φῶτες, οἳ χρυσαμπύκωνἐς δίφρον Μοισᾶν ἔβαινον κλυτᾷ φόρμιγγι συναντόμενοι,ῥίμφα παιδείους ἐτόξευον μελιγάρυας ὕμνους,ὅστις ἐὼν καλὸς εἶχεν Ἀφροδίταςεὐθρόνου μνάστειραν ἁδίσταν ὀπώραν.ἁ Μοῖσα γὰρ οὐ φιλοκερδής πω τότʼ ἦν οὐδʼ ἐργάτις·οὐδʼ ἐπέρναντο γλυκεῖαι μελιφθόγγου ποτὶ Τερψιχόραςἀργυρωθεῖσαι πρόσωπα μαλθακόφωνοι ἀοιδαί.νῦν δʼ ἐφίητι τὸ τὠργείου φυλάξαιῥῆμʼ ἀλαθείας ἐτᾶς ἄγχιστα βαῖνον,χρήματα, χρήματʼ ἀνήρ, ὃς φᾶ κτεάνων θʼ ἅμα λειφθεὶς καὶ φίλων.ἐσσὶ γὰρ ὦν σοφός, οὐκ ἄγνωτʼ ἀείδωἸσθμίαν ἵπποισι νίκαν,τὰν Ξενοκράτει Ποσειδάων ὀπάσαις,Δωρίων αὐτῷ στεφάνωμα κόμᾳπέμπεν ἀναδεῖσθαι σελίνων,εὐάρματον ἄνδρα γεραίρων, Ἀκραγαντίνων φάος.ἐν Κρίσᾳ δʼ εὐρυσθενὴς εἶδʼ Ἀπόλλων νιν πόρε τʼ ἀγλαΐανκαὶ τόθι· κλειναῖς δʼ Ἐρεχθειδᾶν χαρίτεσσιν ἀραρὼςταῖς λιπαραῖς ἐν Ἀθάναις, οὐκ ἐμέμφθηῥυσίδιφρον χεῖρα πλαξίπποιο φωτός,τὰν Νικόμαχος κατὰ καιρὸν νεῖμʼ ἁπάσαις ἁνίαις·ὅντε καὶ κάρυκες ὡρᾶν ἀνέγνον, σπονδοφόροι ΚρονίδαΖηνὸς Ἀλεῖοι, παθόντες πού τι φιλόξενον ἔργον·ἁδυπνόῳ τέ νιν ἀσπάζοντο φωνᾷχρυσέας ἐν γούνασιν πίτνοντα Νίκαςγαῖαν ἀνὰ σφετέραν, τὰν δὴ καλέοισιν Ὀλυμπίου Διὸςἄλσος· ἵνʼ ἀθανάτοις Αἰνησιδάμουπαῖδες ἐν τιμαῖς ἔμιχθεν.καὶ γὰρ οὐκ ἀγνῶτες ὑμῖν ἐντὶ δόμοιοὔτε κώμων, ὦ Θρασύβουλʼ, ἐρατῶν,οὔτε μελικόμπων ἀοιδᾶν.οὐ γὰρ πάγος, οὐδὲ προσάντης ἁ κέλευθος γίνεται,εἴ τις εὐδόξων ἐς ἀνδρῶν ἄγοι τιμὰς Ἑλικωνιάδων.μακρὰ δισκήσαις ἀκοντίσσαιμι τοσοῦθʼ, ὅσον ὀργὰνΞεινοκράτης ὑπὲρ ἀνθρώπων γλυκεῖανἔσχεν. αἰδοῖος μὲν ἦν ἀστοῖς ὁμιλεῖν,ἱπποτροφίας τε νομίζων ἐν Πανελλάνων νόμῳ·καὶ θεῶν δαῖτας προσέπτυκτο πάσας· οὐδέ ποτε ξενίανοὖρος ἐμπνεύσαις ὑπέστειλʼ ἱστίον ἀμφὶ τράπεζαν·