εἰ δʼ ἀρετᾷ κατάκειται πᾶσαν ὀργάν,ἀμφότερον δαπάναις τε καὶ πόνοις,χρή νιν εὑρόντεσσιν ἀγάνορα κόμπονμὴ φθονεραῖσι φέρεινγνώμαις. ἐπεὶ κούφα δόσις ἀνδρὶ σοφῷἀντὶ μόχθων παντοδαπῶν ἔπος εἰπόντʼ ἀγαθὸν ξυνὸν ὀρθῶσαι καλόν.μισθὸς γὰρ ἄλλοις ἄλλος ἐφʼ ἔργμασιν ἀνθρώποις γλυκύς,μηλοβότᾳ τʼ ἀρότᾳ τʼ ὀρνιχολόχῳ τε καὶ ὃν πόντος τρέφει·γαστρὶ δὲ πᾶς τις ἀμύνων λιμὸν αἰανῆ τέταται·ὃς δʼ ἀμφʼ ἀέθλοις ἢ πολεμίζων ἄρηται κῦδος ἁβρόν,εὐαγορηθεὶς κέρδος ὕψιστον δέκεται, πολιατᾶν καὶ ξένων γλώσσας ἄωτον.ἄμμι δʼ ἔοικε Κρόνου σεισίχθονʼ υἱὸνγείτονʼ ἀμειβομένοις εὐεργέτανἁρμάτων ἱπποδρόμιον κελαδῆσαι,καὶ σέθεν, Ἀμφιτρύων,παῖδας προσειπεῖν, τὸν Μινύα τε μυχὸνκαὶ τὸ Δάματρος κλυτὸν ἄλσος Ἐλευσῖνα καὶ Εὔβοιαν ἐν γναμπτοῖς δρόμοις·Πρωτεσίλα, τὸ τεὸν δʼ ἀνδρῶν Ἀχαιῶνἐν Φυλάκᾳ τέμενος συμβάλλομαι.πάντα δʼ ἐξειπεῖν, ὅσʼ ἀγώνιος ἙρμᾶςἩροδότῳ ἔπορενἵπποις, ἀφαιρεῖται βραχὺ μέτρον ἔχωνὕμνος. ἦ μὰν πολλάκι καὶ τὸ σεσωπαμένον εὐθυμίαν μείζω φέρει.εἴη νιν εὐφώνων πτερύγεσσιν ἀερθέντʼ ἀγλααῖςΠιερίδων ἔτι καὶ Πυθῶθεν Ὀλυμπιάδων τʼ ἐξαιρέτοιςἈλφεοῦ ἔρνεσι φράξαι χεῖρα τιμὰν ἑπταπύλοιςΘήβαισι τεύχοντʼ. εἰ δέ τις ἔνδον νέμει πλοῦτον κρυφαῖον,ἄλλοισι δʼ ἐμπίπτων γελᾷ, ψυχὰν Ἀΐδᾳ τελέων οὐ φράζεται δόξας ἄνευθεν.