μᾶτερ ἐμά, τὸ τεόν, χρύσασπι Θήβα,πρᾶγμα καὶ ἀσχολίας ὑπέρτερονθήσομαι. μή μοι κραναὰ νεμεσάσαιΔᾶλος, ἐν ᾇ κέχυμαι.τί φίλτερον κεδνῶν τοκέων ἀγαθοῖς;εἶξον, Ὠπολλωνιάς· ἀμφοτερᾶν τοι χαρίτων σὺν θεοῖς ζεύξω τέλος,καὶ τὸν ἀκειρεκόμαν Φοῖβον χορεύωνἐν Κέῳ ἀμφιρύτᾳ σὺν ποντίοιςἀνδράσιν, καὶ τὰν ἁλιερκέα, Ἰσθμοῦδειράδʼ· ἐπεὶ στεφάνουςἓξ ὤπασεν Κάδμου στρατῷ ἐξ ἀέθλων,καλλίνικον πατρίδι κῦδος. ἐν ᾇ καὶ τὸν ἀδείμαντον Ἀλκμήνα τέκενπαῖδα, θρασεῖαι τόν ποτε Γηρυόνα φρῖξαν κύνες.ἀλλʼ ἐγὼ Ἡροδότῳ τεύχων τὸ μὲν ἅρματι τεθρίππῳ γέρας,ἁνία τʼ ἀλλοτρίαις οὐ χερσὶ νωμάσαντʼ ἐθέλωἢ Καστορείῳ ἢ Ἰολάου ἐναρμόξαι νιν ὕμνῳ.κεῖνοι γὰρ ἡρώων διφρηλάται Λακεδαίμονι καὶ Θήβαις ἐτέκνωθεν κράτιστοι·ἔν τʼ ἀέθλοισι θίγον πλείστων ἀγώνων,καὶ τριπόδεσσιν ἐκόσμησαν δόμονκαὶ λεβήτεσσιν φιάλαισί τε χρυσοῦ,γευόμενοι στεφάνωννικαφόρων· λάμπει δὲ σαφὴς ἀρετὰἔν τε γυμνοῖσι σταδίοις σφίσιν ἔν τʼ ἀσπιδοδούποισιν ὁπλίταις δρόμοις,οἷά τε χερσὶν ἀκοντίζοντες αἰχμαῖς,καὶ λιθίνοις ὁπότʼ ἐν δίσκοις ἵεν.οὐ γὰρ ἦν πεντάθλιον, ἀλλʼ ἐφʼ ἑκάστῳἔργματι κεῖτο τέλος.τῶν ἀθρόοις ἀνδησάμενοι θαμάκιςἔρνεσιν χαίτας ῥεέθροισί τε Δίρκας ἔφανεν καὶ παρʼ Εὐρώτᾳ πέλας,Ἰφικλέος μὲν παῖς ὁμόδαμος ἐὼν Σπαρτῶν γένει,Τυνδαρίδας δʼ ἐν Ἀχαιοῖς ὑψίπεδον Θεράπνας οἰκ έω ν ἕδος.χαίρετʼ. ἐγὼ δὲ Ποσειδάωνι Ἰσθμῷ τε ζαθέᾳὈγχηστίαισίν τʼ ἀϊόνεσσιν περιστέλλων ἀοιδὰνγαρύσομαι τοῦδʼ ἀνδρὸς ἐν τιμαῖσιν ἀγακλέα τὰν Ἀσωποδώρου πατρὸς αἶσανὈρχομενοῖό τε πατρῴαν ἄρουραν,ἅ νιν ἐρειδόμενον ναυαγίαιςἐξ ἀμετρήτας ἁλὸς ἐν κρυοέσσᾳδέξατο συντυχίᾳ·νῦν δʼ αὖτις ἀρχαίας ἐπέβασε πότμοςσυγγενὴς εὐαμερίας. ὁ πονήσαις δὲ νόῳ καὶ προμάθειαν φέρει·