ἔνθα Ῥέας πόρον ἄνθρωποι καλέοισι, δέδορκενπαιδὶ τοῦθʼ Ἁγησιδάμου φέγγος ἐν ἁλικίᾳ πρώτᾳ· τὰ δʼ ἄλλαις ἁμέραιςπολλὰ μὲν ἐν κονίᾳ χέρσῳ, τὰ δὲ γείτονι πόντῳ φάσομαι.ἐκ πόνων δʼ, οἳ σὺν νεότατι γένωνται σύν τε δίκᾳ, τελέθει πρὸς γῆρας αἰὼν ἁμέρα.ἴστω λαχὼν πρὸς δαιμόνων θαυμαστὸν ὄλβον.εἰ γὰρ ἅμα κτεάνοις πολλοῖς ἐπίδοξον ἄρηταικῦδος, οὐκ ἔστι πρόσωθεν θνατὸν ἔτι σκοπιᾶς ἄλλας ἐφάψασθαι ποδοῖν.ἡσυχία δὲ φιλεῖ μὲν συμπόσιον· νεοθαλὴς δʼ αὔξεταιμαλθακᾷ νικαφορία σὺν ἀοιδᾷ· θαρσαλέα δὲ παρὰ κρητῆρα φωνὰ γίνεται.ἐγκιρνάτω τίς νιν, γλυκὺν κώμου προφάταν,ἀργυρέαισι δὲ νωμάτω φιάλαισι βιατὰνἀμπέλου παῖδʼ, ἅς ποθʼ ἵπποι κτησάμεναι Χρομίῳ πέμψαν θεμιπλέκτοις ἁμᾷΛατοΐδα στεφάνοις ἐκ τᾶς ἱερᾶς Σικυῶνος. Ζεῦ πάτερ,εὔχομαι ταύταν ἀρετὰν κελαδῆσαι σὺν Χαρίτεσσιν, ὑπὲρ πολλῶν τε τιμαλφεῖν λόγοιςνίκαν, ἀκοντίζων σκοποῖʼ ἄγχιστα Μοισᾶν.