ἐν σοφοῖς ἀνδρῶν ἀερθεῖσʼ ἐν δικαίοις τε πρὸς ὑγρὸναἰθέρα. χρεῖαι δὲ παντοῖαι φίλων ἀνδρῶν· τὰ μὲν ἀμφὶ πόνοιςὑπερώτατα· μαστεύει δὲ καὶ τέρψις ἐν ὄμμασι θέσθαιπιστόν. ὦ Μέγα, τὸ δʼ αὖτις τεὰν ψυχὰν κομίξαιοὔ μοι δυνατόν· κενεᾶν δʼ ἐλπίδων χαῦνον τέλος·σεῦ δὲ πάτρᾳ Χαριάδαις τʼ Ἐλαφρὸνὑπερεῖσαι λίθον Μοισαῖον ἕκατι ποδῶν εὐωνύμωνδὶς δὴ δυοῖν. χαίρω δὲ πρόσφορονἐν μὲν ἔργῳ κόμπον ἱείς, ἐπαοιδαῖς δʼ ἀνὴρνώδυνον καί τις κάματον θῆκεν. ἦν γε μὰν ἐπικώμιος ὕμνοςδὴ πάλαι καὶ πρὶν γενέσθαι τὰν Ἀδράστου τάν τε Καδμείων ἔριν.