ὥρα πότνια, κάρυξ Ἀφροδίτας ἀμβροσιᾶν φιλοτάτων,ἅτε παρθενηΐοις παίδων τʼ ἐφίζοισα γλεφάροις,τὸν μὲν ἁμέροις ἀνάγκας χερσὶ βαστάζεις, ἕτερον δʼ ἑτέραις.ἀγαπατὰ δὲ καιροῦ μὴ πλαναθέντα πρὸς ἔργον ἕκαστοντῶν ἀρειόνων ἐρώτων ἐπικρατεῖν δύνασθαι.οἷοι καὶ Διὸς Αἰγίνας τε λέκτρον ποιμένες ἀμφεπόλησανΚυπρίας δώρων· ἔβλαστεν δʼ υἱὸς Οἰνώνας βασιλεὺςχειρὶ καὶ βουλαῖς ἄριστος. πολλά νιν πολλοὶ λιτάνευον ἰδεῖν.ἀβοατὶ γὰρ ἡρώων ἄωτοι περιναιεταόντωνἤθελον κείνου γε πείθεσθʼ ἀναξίαις ἑκόντες,οἵ τε κρανααῖς ἐν Ἀθάναισιν ἅρμοζον στρατόν,οἵ τʼ ἀνὰ Σπάρταν Πελοπηϊάδαι.ἱκέτας Αἰακοῦ σεμνῶν γονάτων πόλιός θʼ ὑπὲρ φίλαςἀστῶν θʼ ὑπὲρ τῶνδʼ ἅπτομαι φέρωνΛυδίαν μίτραν καναχηδὰ πεποικιλμέναν,Δείνιος δισσῶν σταδίων καὶ πατρὸς Μέγα Νεμεαῖον ἄγαλμα.σὺν θεῷ γάρ τοι φυτευθεὶς ὄλβος ἀνθρώποισι παρμονώτερος·ὅσπερ καὶ Κινύραν ἔβρισε πλούτῳ ποντίᾳ ἔν ποτε Κύπρῳ.ἵσταμαι δὴ ποσσὶ κούφοις, ἀμπνέων τε πρίν τι φάμεν.πολλὰ γὰρ πολλᾷ λέλεκται· ν εα ρὰ δʼ ἐξευρόντα δόμεν βασάνῳἐς ἔλεγχον, ἅπας κίνδυνος· ὄψον δὲ λόγοι φθονεροῖσιν·ἅπτεται δʼ ἐσλῶν ἀεί, χειρόνεσσι δʼ οὐκ ἐρίζει.κεῖνος καὶ Τελαμῶνος δάψεν υἱὸν φασγάνῳ ἀμφικυλίσαις.ἦ τινʼ ἄγλωσσον μέν, ἦτορ δʼ ἄλκιμον, λάθα κατέχειἐν λυγρῷ νείκει· μέγιστον δʼ αἰόλῳ ψεύδει γέρας ἀντέταται.κρυφίαισι γὰρ ἐν ψάφοις Ὀδυσσῆ Δαναοὶ θεράπευσαν·χρυσέων δʼ Αἴας στερηθεὶς ὅπλων φόνῳ πάλαισεν.ἦ μὰν ἀνόμοιά γε δᾴοισιν ἐν θερμῷ χροῒἕλκεα ῥῆξαν πελεμιζόμενοιὑπʼ ἀλεξιμβρότῳ λόγχᾳ, τὰ μὲν ἀμφʼ Ἀχιλεῖ νεοκτόνῳ,ἄλλων τε μόχθων ἐν πολυφθόροιςἁμέραις. ἐχθρὰ δʼ ἄρα πάρφασις ἦν καὶ πάλαι,αἱμύλων μύθων ὁμόφοιτος, δολοφραδής, κακοποιὸν ὄνειδος·ἃ τὸ μὲν λαμπρὸν βιᾶται, τῶν δʼ ἀφάντων κῦδος ἀντείνει σαθρόν.εἴη μή ποτέ μοι τοιοῦτον ἦθος, Ζεῦ πάτερ, ἀλλὰ κελεύθοιςἁπλόαις ζωᾶς ἐφαπτοίμαν, θανὼν ὡς παισὶ κλέοςμὴ τὸ δύσφαμον προσάψω. χρυσὸν εὔχονται, πεδίον δʼ ἕτεροιἀπέραντον· ἐγὼ δʼ ἀστοῖς ἁδὼν καὶ χθονὶ γυῖα καλύψαιμʼ,αἰνέων αἰνητά, μομφὰν δʼ ἐπισπείρων ἀλιτροῖς.αὔξεται δʼ ἀρετά, χλωραῖς ἐέρσαις ὡς ὅτε δένδρεον ᾁσσει,