πολύφατον θρόον ὕμνων δόνειἡσυχᾷ. βασιλῆα δὲ θεῶν πρέπειδάπεδον ἂν τόδε γαρυέμεν ἁμέρᾳὀπί· λέγοντι γὰρ Αἰακόν νιν ὑπὸ ματροδόκοις γοναῖς φυτεῦσαι,ἐμᾷ μὲν πολίαρχον εὐωνύμῳ πάτρᾳ,Ἡράκλεες, σέο δὲ προπράονʼ ἔμεν ξεῖνον ἀδελφεόν τʼ. εἰ δὲ γεύεταιἀνδρὸς ἀνήρ τι, φαῖμέν κε γείτονʼ ἔμμεναινόῳ φιλήσαντʼ ἀτενέϊ γείτονι χάρμα πάντωνἐπάξιον· εἰ δʼ αὐτὸ καὶ θεὸς ἀνέχοι,ἐν τίν κʼ ἐθέλοι, Γίγαντας ὃς ἐδάμασας, εὐτυχῶςναίειν πατρὶ Σωγένης ἀταλὸν ἀμφέπωνθυμὸν προγόνων ἐϋκτήμονα ζαθέαν ἀγυιάν·ἐπεὶ τετραόροισιν ὥθʼ ἁρμάτων ζυγοῖςἐν τεμένεσσι δόμον ἔχει τεοῖς, ἀμφοτέρας ἰὼν χειρός. ὦ μάκαρ,τὶν δʼ ἐπέοικεν Ἥρας πόσιν τε πειθέμενκόραν τε Γλαυκώπιδα· δύνασαι δὲ βροτοῖσιν ἀλκὰνἀμαχανιᾶν δυσβάτων θαμὰ διδόμεν.εἰ γάρ σφισιν ἐμπεδοσθενέα βίοτον ἁρμόσαιςἥβᾳ λιπαρῷ τε γήραϊ διαπλέκοιςεὐδαίμονʼ ἐόντα, παίδων δὲ παῖδες ἔχοιεν αἰεὶγέρας τό περ νῦν καὶ ἄρειον ὄπιθεν.τὸ δʼ ἐμὸν οὔ ποτε φάσει κέαρἀτρόποισι Νεοπτόλεμον ἑλκύσαιἔπεσι· ταὐτὰ δὲ τρὶς τετράκι τʼ ἀμπολεῖνἀπορία τελέθει, τέκνοισιν ἅτε μαψυλάκας, Διὸς Κόρινθος.