κτέανʼ ἄγων Τρωΐαθεν ἀκροθινίων·ἵνα κρεῶν νιν ὑπὲρ μάχας ἔλασεν ἀντιτυχόντʼ ἀνὴρ μαχαίρᾳ.βάρυνθεν δὲ περισσὰ Δελφοὶ ξεναγέται.ἀλλὰ τὸ μόρσιμον ἀπέδωκεν· ἐχρῆν δέ τινʼ ἔνδον ἄλσει παλαιτάτῳΑἰακιδᾶν κρεόντων τὸ λοιπὸν ἔμμεναιθεοῦ παρʼ εὐτειχέα δόμον, ἡρωΐαις δὲ πομπαῖςθεμισκόπον οἰκεῖν ἐόντα πολυθύτοις.εὐώνυμον ἐς δίκαν τρία ἔπεα διαρκέσει·οὐ ψεῦδις ὁ μάρτυς ἔργμασιν ἐπιστατεῖ,Αἴγινα, τεῶν Διός τʼ ἐκγόνων. θρασύ μοι τόδʼ εἰπεῖνφαενναῖς ἀρεταῖς ὁδὸν κυρίαν λόγωνοἴκοθεν· ἀλλὰ γὰρ ἀνάπαυσις ἐν παντὶ γλυκεῖα ἔργῳ· κόρον δʼ ἔχεικαὶ μέλι καὶ τὰ τέρπνʼ ἄνθεʼ Ἀφροδίσια.φυᾷ δʼ ἕκαστος διαφέρομεν βιοτὰν λαχόντες,ὁ μὲν τά, τὰ δʼ ἄλλοι· τυχεῖν δʼ ἕνʼ ἀδύνατονεὐδαιμονίαν ἅπασαν ἀνελόμενον· οὐκ ἔχωεἰπεῖν, τίνι τοῦτο Μοῖρα τέλος ἔμπεδονὤρεξε. Θεαρίων, τὶν δʼ ἐοικότα καιρὸν ὄλβουδίδωσι, τόλμαν τε καλῶν ἀρομένῳσύνεσιν οὐκ ἀποβλάπτει φρενῶν.ξεῖνός εἰμι· σκοτεινὸν ἀπέχων ψόγον,ὕδατος ὥτε ῥοὰς φίλον ἐς ἄνδρʼ ἄγωνκλέος ἐτήτυμον αἰνέσω· ποτίφορος δʼ ἀγαθοῖσι μισθὸς οὗτος.ἐὼν δʼ ἐγγὺς Ἀχαιὸς οὐ μέμψεταί μʼ ἀνὴρἸονίας ὑπὲρ ἁλὸς οἰκέων· προξενίᾳ πέποιθʼ· ἔν τε δαμόταιςὄμματι δέρκομαι λαμπρόν, οὐχ ὑπερβαλών,βίαια πάντʼ ἐκ ποδὸς ἐρύσαις, ὁ δὲ λοιπὸς εὔφρωνποτὶ χρόνος ἕρποι. μαθὼν δέ τις ἀνερεῖ,εἰ πὰρ μέλος ἔρχομαι ψάγιον ὄαρον ἐννέπων.Εὐξενίδα πάτραθε Σώγενες, ἀπομνύωμὴ τέρμα προβὰς ἄκονθʼ ὥτε χαλκοπάρᾳον ὄρσαιθοὰν γλῶσσαν, ὃς ἐξέπεμψεν παλαισμάτωναὐχένα καὶ σθένος ἀδίαντον, αἴθωνι πρὶν ἁλίῳ γυῖον ἐμπεσεῖν.εἰ πόνος ἦν, τὸ τερπνὸν πλέον πεδέρχεται.ἔα με· νικῶντί γε χάριν, εἴ τι πέραν ἀερθεὶςἀνέκραγον, οὐ τραχύς εἰμι καταθέμεν.εἴρειν στεφάνους ἐλαφρόν· ἀναβάλεο· Μοῖσά τοικολλᾷ χρυσὸν ἔν τε λευκὸν ἐλέφανθʼ ἁμᾷκαὶ λείριον ἄνθεμον ποντίας ὑφελοῖσʼ ἐέρσας.Διὸς δὲ μεμναμένος ἀμφὶ Νεμέᾳ