Ἐλείθυια, πάρεδρε Μοιρᾶν βαθυφρόνων,παῖ μεγαλοσθενέος, ἄκουσον, Ἥρας, γενέτειρα τέκνων· ἄνευ σέθενοὐ φάος, οὐ μέλαιναν δρακέντες εὐφρόναντεὰν ἀδελφεὰν ἐλάχομεν ἀγλαόγυιον Ἥβαν.ἀναπνέομεν δʼ οὐχ ἅπαντες ἐπὶ ἴσα·εἴργει δὲ πότμῳ ζυγένθʼ ἕτερον ἕτερα. σὺν δὲ τὶνκαὶ παῖς ὁ Θεαρίωνος ἀρετᾷ κριθεὶςεὔδοξος ἀείδεται Σωγένης μετὰ πενταέθλοις.πόλιν γὰρ φιλόμολπον οἰκεῖ δορικτύπωνΑἰακιδᾶν· μάλα δʼ ἐθέλοντι σύμπειρον ἀγωνίᾳ θυμὸν ἀμφέπειν.εἰ δὲ τύχῃ τις ἔρδων, μελίφρονʼ αἰτίανῥοαῖσι Μοισᾶν ἐνέβαλε· ταὶ μεγάλαι γὰρ ἀλκαὶσκότον πολὺν ὕμνων ἔχοντι δεόμεναι·ἔργοις δὲ καλοῖς ἔσοπτρον ἴσαμεν ἑνὶ σὺν τρόπῳ,εἰ Μναμοσύνας ἕκατι λιπαράμπυκοςεὕρηται ἄποινα μόχθων κλυταῖς ἐπέων ἀοιδαῖς.σοφοὶ δὲ μέλλοντα τριταῖον ἄνεμονἔμαθον, οὐδʼ ὑπὸ κέρδει βλάβεν·ἀφνεὸς πενιχρός τε θανάτου πέραςἅμα νέονται. ἐγὼ δὲ πλέονʼ ἔλπομαιλόγον Ὀδυσσέος ἢ πάθαν διὰ τὸν ἁδυεπῆ γενέσθʼ Ὅμηρον·ἐπεὶ ψεύδεσί οἱ ποτανᾷ τε μαχανᾷσεμνὸν ἔπεστί τι· σοφία δὲ κλέπτει παράγοισα μύθοις· τυφλὸν δʼ ἔχειἦτορ ὅμιλος ἀνδρῶν ὁ πλεῖστος. εἰ γὰρ ἦνἓ τὰν ἀλάθειαν ἰδέμεν, οὔ κεν ὅπλων χολωθεὶςὁ καρτερὸς Αἴας ἔπαξε διὰ φρενῶνλευρὸν ξίφος· ὃν κράτιστον Ἀχιλέος ἄτερ μάχᾳξανθῷ Μενέλᾳ δάμαρτα κομίσαι θοαῖςἐν ναυσὶ πόρευσαν εὐθυπνόου Ζεφύροιο πομπαὶπρὸς Ἴλου πόλιν. ἀλλὰ κοινὸν γὰρ ἔρχεταικῦμʼ Ἀΐδα, πέσε δʼ ἀδόκητον ἐν καὶ δοκέοντα· τιμὰ δὲ γίνεταιὧν θεὸς ἁβρὸν αὔξει λόγον τεθνακότωνβοαθόων, τοὶ παρὰ μέγαν ὀμφαλὸν εὐρυκόλπουμόλον χθονός· ἐν Πυθίοισι δὲ δαπέδοιςκεῖται, Πριάμου πόλιν Νεοπτόλεμος ἐπεὶ πράθεν,τᾷ καὶ Δαναοὶ πόνησαν· ὁ δʼ ἀποπλέωνΣκύρου μὲν ἅμαρτε, πλαγχθέντες δʼ εἰς Ἐφύραν ἵκοντο·Μολοσσίᾳ δʼ ἐμβασίλευεν ὀλίγονχρόνον· ἀτὰρ γένος αἰεὶ φέρεντοῦτό οἱ γέρας. ᾤχετο δὲ πρὸς θεόν,