ταυροφόνῳ τριετηρίδι Κρ εο ντίδαντίμασε Ποσειδάνιον ἂν τέμενος·βοτάνα τέ νινπόθʼ ἁ λέοντοςνικάσαντʼ ἤρεφε δασκίοιςΦλιοῦντος ὑπʼ ὠγυγίοις ὄρεσιν.πλατεῖαι πάντοθεν λογίοισιν ἐντὶ πρόσοδοινᾶσον εὐκλέα τάνδε κοσμεῖν· ἐπεί σφιν Αἰακίδαιἔπορον ἔξοχον αἶσαν ἀρετὰς ἀποδεικνύμενοι μεγάλας·πέταται δʼ ἐπί τε χθόνα καὶ διὰ θαλάσσας τηλόθενὄνυμʼ αὐτῶν· καὶ ἐς ΑἰθίοπαςΜέμνονος οὐκ ἀπονοστήσαντος ἐπᾶλτο· βαρὺ δέ σφιν νεῖκος Ἀχιλεὺςἔμπεσε χαμαὶ καταβὰς ἀφʼ ἁρμάτων,φαεννᾶς υἱὸν εὖτʼ ἐνάριξεν Ἀόος ἀκμᾷἔγχεος ζακότοιο. καὶ ταύταν μὲν παλαιότεροιὁδὸν ἀμαξιτὸν εὗρον· ἕπομαι δὲ καὶ αὐτὸς ἔχων μελέταν·τὸ δὲ πὰρ ποδὶ ναὸς ἑλισσόμενον αἰεὶ κυμάτωνλέγεται παντὶ μάλιστα δονεῖνθυμόν. ἑκόντι δʼ ἐγὼ νώτῳ μεθέπων δίδυμον ἄχθος ἄγγελος ἔβαν,πέμπτον ἐπὶ εἴκοσι τοῦτο γαρύωνεὖχος ἀγώνων ἄπο, τοὺς ἐνέποισιν ἱερούς,Ἀλκιμίδα, τέ γʼ ἐπαρκέσαικλειτᾷ γενεᾷ· δύο μὲν Κρονίου πὰρ τεμένει,παῖ, σέ τʼ ἐνόσφισε καὶ Πουλυτιμίδανκλᾶρος προπετὴς ἄνθεʼ Ὀλυμπιάδος.δελφῖνί κεντάχος διʼ ἅλμαςἴσον εἴποιμι Μελησίαν,χειρῶν τε καὶ ἰσχύος ἁνίοχον.