ἓν ἀνδρῶν, ἓν θεῶν γένος· ἐκ μιᾶς δὲ πνέομενματρὸς ἀμφότεροι· διείργει δὲ πᾶσα κεκριμέναδύναμις, ὡς τὸ μὲν οὐδέν, ὁ δὲ χάλκεος ἀσφαλὲς αἰὲν ἕδοςμένει οὐρανός. ἀλλά τι προσφέρομεν ἔμπαν ἢ μέγαννόον ἤτοι φύσιν ἀθανάτοις,καίπερ ἐφαμερίαν οὐκ εἰδότες οὐδὲ μετὰ νύκτας ἄμμε πότμοςοἵαν τινʼ ἔγραψε δραμεῖν ποτὶ στάθμαν.τεκμαίρει καί νυν Ἀλκιμίδας τὸ συγγενὲς ἰδεῖνἄγχι καρποφόροις ἀρούραισιν, αἵτʼ ἀμειβόμεναιτόκα μὲν ὦν βίον ἀνδράσιν ἐπηετανὸν πεδίων ἔδοσαν,τόκα δʼ αὖτʼ ἀναπαυσάμεναι σθένος ἔμαρψαν. ἦλθέ τοιΝεμέας ἐξ ἐρατῶν ἀέθλωνπαῖς ἐναγώνιος, ὃς ταύταν μεθέπων Διόθεν αἶσαν νῦν πέφανταιοὐκ ἄμμορος ἀμφὶ πάλᾳ κυναγέτας,ἴχνεσιν ἐν Πραξιδάμαντος ἑὸν πόδα νέμωνπατροπάτορος ὁμαιμίου.κεῖνος γὰρ Ὀλυμπιόνικος ἐὼν Αἰακίδαιςἔρνεα πρῶτος ἔνεικεν ἀπʼ Ἀλφεοῦ,καὶ πεντάκις Ἰσθμοῖ στεφανωσάμενος,νεμέᾳ δὲ τρίς,ἔπαυσε λάθανΣωκλείδα, ὃς ὑπέρτατοςἉγησιμάχῳ υἱέων γένετο.ἐπεί οἱ τρεῖς ἀεθλοφόροι πρὸς ἄκρον ἀρετᾶςἦλθον, οἵτε πόνων ἐγεύσαντο. σὺν θεοῦ δὲ τύχᾳἕτερον οὔ τινα οἶκον ἀπεφάνατο πυγμαχία πλεόνωνταμίαν στεφάνων μυχῷ Ἑλλάδος ἁπάσας. ἔλπομαιμέγα εἰπὼν σκοποῦ ἄντα τυχεῖνὥτʼ ἀπὸ τόξου ἱείς· εὔθυνʼ ἐπὶ τοῦτον, ἄγε, Μοῖσα, οὖρον ἐπέωνεὐκλέα. παροιχομένων γὰρ ἀνέρωνἀοιδαὶ καὶ λόγοι τὰ καλά σφιν ἔργʼ ἐκόμισαν,Βασσίδαισιν ἅ τʼ οὐ σπανίζει· παλαίφατος γενεά,ἴδια ναυστολέοντες ἐπικώμια, Πιερίδων ἀρόταιςδυνατοὶ παρέχειν πολὺν ὕμνον ἀγερώχων ἑργμάτωνἕνεκεν. καὶ γὰρ ἐν ἀγαθέᾳχεῖρας ἱμάντι δεθεὶς Πυθῶνι κράτησεν ἀπὸ ταύτας αἷμα πάτραςχρυσαλακάτου ποτὲ Καλλίας ἁδὼνἔρνεσι Λατοῦς, παρὰ Κασταλίᾳ τε Χαρίτωνἑσπέριος ὁμάδῳ φλέγεν·πόντου τε γέφυρʼ ἀκάμαντος ἐν ἀμφικτιόνων