οὐκ ἀνδριαντοποιός εἰμʼ, ὥστʼ ἐλινύσοντα ἐργάζεσθαι ἀγάλματʼ ἐπʼ αὐτᾶς βαθμίδοςἑσταότʼ· ἀλλʼ ἐπὶ πάσας ὁλκάδος ἔν τʼ ἀκάτῳ, γλυκεῖʼ ἀοιδά,στεῖχʼ ἀπʼ Αἰγίνας, διαγγέλλοισʼ, ὅτιΛάμπωνος υἱὸς Πυθέας εὐρυσθενὴςνίκη Νεμείοις παγκρατίου στέφανον,οὔπω γένυσι φαίνων τέρειναν ματέρʼ οἰνάνθας ὀπώραν,ἐκ δὲ Κρόνου καὶ Ζηνὸς ἥρωας αἰχματὰς φυτευθέντας καὶ ἀπὸ χρυσεᾶν ΝηρηΐδωνΑἰακίδας ἐγέραιρεν ματρόπολίν τε, φίλαν ξένων ἄρουραν·τάν ποτʼ εὔανδρόν τε καὶ ναυσικλυτὰνθέσσαντο πὰρ βωμὸν πατέρος Ἑλλανίουστάντες, πίτναν τʼ εἰς αἰθέρα χεῖρας ἁμᾷἘνδαΐδος ἀριγνῶτες υἱοὶ καὶ βία Φώκου κρέοντος,ὁ τᾶς θεοῦ, ὃν Ψαμάθεια τίκτʼ ἐπὶ ῥηγμῖνι πόντου.αἰδέομαι μέγα εἰπεῖν ἐν δίκᾳ τε μὴ κεκινδυνευμένον,πῶς δὴ λίπον εὐκλέα νᾶσον, καὶ τίς ἄνδρας ἀλκίμουςδαίμων ἀπʼ Οἰνώνας ἔλασεν. στάσομαι· οὔ τοι ἅπασα κερδίωνφαίνοισα πρόσωπον ἀλάθειʼ ἀτρεκής·καὶ τὸ σιγᾶν πολλάκις ἐστὶ σοφώτατον ἀνθρώπῳ νοῆσαι.εἰ δʼ ὄλβον ἢ χειρῶν βίαν ἢ σιδαρίταν ἐπαινῆσαι πόλεμον δεδόκηται, μακρά μοιαὐτόθεν ἅλμαθʼ ὑποσκάπτοι τις· ἔχω γονάτων ἐλαφρὸν ὁρμάν·καὶ πέραν πόντοιο πάλλοντʼ αἰετοί.πρόφρων δὲ καὶ κείνοις ἄειδʼ ἐν ΠαλίῳΜοισᾶν ὁ κάλλιστος χορός, ἐν δὲ μέσαιςφόρμιγγʼ Ἀπόλλων ἑπτάγλωσσον χρυσέῳ πλάκτρῳ διώκωνἁγεῖτο παντοίων νόμων· αἱ δὲ πρώτιστον μὲν ὕμνησαν Διὸς ἀρχόμεναι σεμνὰν ΘέτινΠηλέα θʼ, ὥς τέ νιν ἁβρὰ Κρηθεῒς Ἱππολύτα δόλῳ πεδᾶσαιἤθελε ξυνᾶνα Μαγνήτων σκοπὸνπείσαισʼ ἀκοίταν ποικίλοις βουλεύμασιν,ψεύσταν δὲ ποιητὸν συνέπαξε λόγον,ὡς ἆρα νυμφείας ἐπείρα κεῖνος ἐν λέκτροις Ἀκάστουεὐνᾶς. τὸ δʼ ἐναντίον ἔσκεν· πολλὰ γάρ νιν παντὶ θυμῷπαρφαμένα λιτάνευεν· τοῦ δὲ ὀργὰν κνίζον αἰπεινοὶ λόγοι·εὐθὺς δʼ ἀπανάνατο νύμφαν, ξεινίου πατρὸς χόλονδείσαις· ὁ δʼ ἐφράσθη κατένευσέν τέ οἱ ὀρσινεφὴς ἐξ οὐρανοῦΖεὺς ἀθανάτων βασιλεύς, ὥστʼ ἐν τάχειποντίαν χρυσαλακάτων τινὰ Νηρεΐδων πράξειν ἄκοιτιν,γαμβρὸν Ποσειδάωνα πείσαις, ὃς Αἰγᾶθεν ποτὶ κλειτὰν θαμὰ νίσσεται Ἰσθμὸν Δωρίαν·ἔνθα μιν εὔφρονες ἶλαι σὺν καλάμοιο βοᾷ θεὸν δέκονται,καὶ σθένει γυίων ἐρίζοντι θρασεῖ.πότμος δὲ κρίνει συγγενὴς ἔργων περὶ