χαμαὶ πετοῖσαν· ἐμοὶ δʼ ὁποίαν ἀρετὰνἔδωκε πότμος ἄναξ,εὖ οἶδʼ ὅτι χρόνος ἕρπων πεπρωμέναν τελέσει.ἐξύφαινε, γλυκεῖα, καὶ τόδʼ αὐτίκα, φόρμιγξ,Λυδίᾳ σὺν ἁρμονίᾳ μέλος πεφιλημένονΟἰνώνᾳ τε καὶ Κύπρῳ, ἔνθα Τεῦκρος ἀπάρχειὁ Τελαμωνιάδας· ἀτὰρΑἴας Σαλαμῖνʼ ἔχει πατρῴαν·ἐν δʼ Εὐξείνῳ πελάγει φαεννὰν Ἀχιλεὺςνᾶσον· Θέτις δὲ κρατεῖΦθίᾳ· Νεοπτόλεμος δʼ Ἀπείρῳ διαπρυσίᾳ,βουβόται τόθι πρῶνες ἔξοχοι κατάκεινταιΔωδώναθεν ἀρχόμενοι πρὸς Ἰόνιον πόρον.Παλίου δὲ πὰρ ποδὶ λατρείαν Ἰαωλκὸνπολεμίᾳ χερὶ προστραπὼνΠηλεὺς παρέδωκεν Αἱμόνεσσινδάμαρτος Ἱππολύτας Ἄκαστος δολίαιςτέχναισι χρησάμενος·τᾷ Δαιδάλου τε μαχαίρᾳ φύτευέ οἱ θάνατονἐκ λόχου, Πελίαο παῖς· ἄλαλκε δὲ Χείρων,καὶ τὸ μόρσιμον Διόθεν πεπρωμένον ἔκφερεν·πῦρ δὲ παγκρατὲς θρασυμαχάνων τε λεόντωνὄνυχας ὀξυτάτους ἀκμὰντε δεινοτάτων σχάσαις ὀδόντωνἔγαμεν ὑψιθρόνων μίαν Νηρεΐδων,εἶδεν δʼ εὔκυκλον ἕδραν,τᾶς οὐρανοῦ βασιλῆες πόντου τʼ ἐφεζόμενοιδῶρα καὶ κράτος ἐξέφαναν ἐγγενὲς αὐτῷ.Γαδείρων τὸ πρὸς ζόφον οὐ περατόν· ἀπότρεπεαὖτις Εὐρώπαν ποτὶ χέρσον ἔντεα ναός·ἄπορα γὰρ λόγον Αἰακοῦπαίδων τὸν ἅπαντά μοι διελθεῖν.Θεανδρίδαισι δʼ ἀεξιγυίων ἀέθλωνκάρυξ ἑτοῖμος ἔβανΟὐλυμπίᾳ τε καὶ Ἰσθμοῖ Νεμέᾳ τε συνθέμενος,ἔνθα πεῖραν ἔχοντες οἴκαδε κλυτοκάρπωνοὐ νέοντʼ ἄνευ στεφάνων, πάτραν ἵνʼ ἀκούομεν,Τιμάσαρχε, τ εὰ ν ἐπινικίοισιν ἀοιδαῖςπρόπολον ἔμμεναι. εἰ δέ τοιμάτρῳ μʼ ἔτι Καλλικλεῖ κελεύεις