ἄριστος εὐφροσύνα πόνων κεκριμένωνἰατρός· αἱ δὲ σοφαὶΜοισᾶν θύγατρες ἀοιδαὶ θέλξαν νιν ἁπτόμεναι.οὐδὲ θερμὸν ὕδωρ τόσον γε μαλθακὰ τέγγειγυῖα, τόσσον εὐλογία φόρμιγγι συνάορος.ῥῆμα δʼ ἑργμάτων χρονιώτερον βιοτεύει,ὅ τι κε σὺν Χαρίτων τύχᾳγλῶσσα φρενὸς ἐξέλοι βαθείας.τό μοι θέμεν Κρονίδᾳ τε Δὶ καὶ ΝεμέᾳΤιμασάρχου τε πάλᾳὕμνου προκώμιον εἴη· δέξαιτο δʼ Αἰακιδᾶνἠΰπυργον ἕδος, δίκᾳ ξεναρκέϊ κοινὸνφέγγος. εἰ δʼ ἔτι ζαμενεῖ Τιμόκριτος ἁλίῳσὸς πατὴρ ἐθάλπετο, ποικίλον κιθαρίζωνθαμά κε, τῷδε μέλει κλιθείς,υἱὸν κελάδησε καλλίνικονΚλεωναίου τʼ ἀπʼ ἀγῶνος ὅρμον στεφάνωνπέμψαντα καὶ λιπαρᾶνεὐωνύμων ἀπʼ Ἀθανᾶν, Θήβαις τʼ ἐν ἑπταπύλοις,οὕνεκʼ Ἀμφιτρύωνος ἀγλαὸν παρὰ τύμβονΚαδμεῖοί νιν οὐκ ἀέκοντες ἄνθεσι μίγνυον,Αἰγίνας ἕκατι. φίλοισι γὰρ φίλος ἐλθὼνξένιον ἄστυ κατέδρακενἩρακλέος ὀλβίαν πρὸς αὐλάν.σὺν ᾧ ποτε Τρωΐαν κραταιὸς Τελαμὼνπόρθησε καὶ Μέροπαςκαὶ τὸν μέγαν πολεμιστὰν ἔκπαγλον Ἀλκυονῆ,οὐ τετραορίας γε πρὶν δυώδεκα πέτρῳἥρωάς τʼ ἐπεμβεβαῶτας ἱπποδάμους ἕλενδὶς τόσους. ἀπειρομάχας ἐών κε φανείηλόγον ὁ μὴ συνιείς· ἐπεὶῥέζοντά τι καὶ παθεῖν ἔοικεν.τὰ μακρὰ δʼ ἐξενέπειν ἐρύκει με τεθμὸςὧραί τʼ ἐπειγόμεναι·ἴϋγγι δʼ ἕλκομαι ἦτορ νουμηνίᾳ θιγέμεν.ἔμπα, καίπερ ἔχει βαθεῖα ποντιὰς ἅλμαμέσσον, ἀντίτεινʼ ἐπιβουλίᾳ· σφόδρα δόξομενδαΐων ὑπέρτεροι ἐν φάει καταβαίνειν·φθονερὰ δʼ ἄλλος ἀνὴρ βλέπωνγνώμαν κενεὰν σκότῳ κυλίνδει