ὃς δὲ διδάκτʼ ἔχει, ψεφηνὸς ἀνὴρ ἄλλοτʼ ἄλλα πνέων οὔ ποτʼ ἀτρεκεῖκατέβα ποδί, μυριᾶν δʼ ἀρετᾶν ἀτελεῖ νόῳ γεύεται.ξανθὸς δʼ Ἀχιλεὺς τὰ μὲν μένων Φιλύρας ἐν δόμοιςπαῖς ἐὼν ἄθυρε μεγάλα ἔργα, χερσὶ θαμινὰβραχυσίδαρον ἄκοντα πάλλων, ἴσα τʼ ἀνέμοιςμάχᾳ λεόντεσσιν ἀγροτέροις ἔπρασσεν φόνον,κάπρους τʼ ἔναιρε, σώματα δὲ παρὰ ΚρονίδανΚένταυρον ἀσθμαίνοντα κόμιζεν,ἑξέτης τὸ πρῶτον, ὅλον δʼ ἔπειτʼ ἂν χρόνον·τὸν ἐθάμβεον Ἄρτεμίς τε καὶ θρασεῖʼ Ἀθάνα,κτείνοντʼ ἐλάφους ἄνευ κυνῶν δολίων θʼ ἑρκέων·ποσσὶ γὰρ κράτεσκε. λεγόμενον δὲ τοῦτο προτέρωνἔπος ἔχω· βαθυμῆτα Χείρων τράφε λιθίνῳἸάσονʼ ἔνδον τέγει, καὶ ἔπειτεν Ἀσκλήπιον,τὸν φαρμάκων δίδαξε μαλακόχειρα νόμον·νύμφευσε δʼ αὖτις ἀγλαόκαρπονΝηρέος θύγατρα, γόνον τέ οἱ φέρτατονἀτίταλλεν, ἐν ἀρμένοισι πᾶσι θυμὸν αὔξων·ὄφρα θαλασσίαις ἀνέμων ῥιπαῖσι πεμφθεὶςὑπὸ Τρωΐαν, δορίκτυπον ἀλαλὰν Λυκίων τε προσμένοι καὶ ΦρυγῶνΔαρδάνων τε, καὶ ἐγχεσφόροις ἐπιμίξαιςΑἰθιόπεσσι χεῖρας, ἐν φρασὶ πάξαιθʼ, ὅπως σφίσι μὴ κοίρανος ὀπίσωπάλιν οἴκαδʼ ἀνεψιὸς ζαμενὴς Ἑλένοιο Μέμνων μόλοι.τηλαυγὲς ἄραρε φέγγος Αἰακιδᾶν αὐτόθεν·Ζεῦ, τεὸν γὰρ αἷμα, σέο δʼ ἀγών, τὸν ὕμνος ἔβαλενὀπὶ νέων ἐπιχώριον χάρμα κελαδέων.βοὰ δὲ νικαφόρῳ σὺν Ἀριστοκλείδᾳ πρέπει,ὃς τάνδε νᾶσον εὐκλέϊ προσέθηκε λόγῳκαὶ σεμνὸν ἀγλααῖσι μερίμναιςΠυθίου Θεάριον. ἐν δὲ πείρᾳ τέλοςδιαφαίνεται, ὧν τις ἐξοχώτερος γένηται,ἐν παισὶ νέοισι παῖς, ἐν ἀνδράσιν ἀνήρ, τρίτονἐν παλαιτέροισι, μέρος ἕκαστον οἷον ἔχομενβρότεον ἔθνος. ἐλᾷ δὲ καὶ τέσσαρας ἀρετὰςὁ θνατὸς αἰών, φρονεῖν δʼ ἐνέπει τὸ παρκείμενον.τῶν οὐκ ἄπεσσι. χαῖρε, φίλος. ἐγὼ τόδε τοιπέμπω μεμιγμένον μέλι λευκῷσὺν γάλακτι, κιρναμένα δʼ ἔερσʼ ἀμφέπει,πόμʼ ἀοίδιμον Αἰολῇσιν ἐν πνοαῖσιν αὐλῶν,ὀψέ περ. ἔστι δʼ αἰετὸς ὠκὺς ἐν ποτανοῖς,