ὦ πότνια Μοῖσα, μᾶτερ ἁμετέρα, λίσσομαι,τὰν πολυξέναν ἐν ἱερομηνίᾳ Νεμεάδιἵκεο Δωρίδα νᾶσον Αἴγιναν· ὕδατι γὰρμένοντʼ ἐπʼ Ἀσωπίῳ μελιγαρύων τέκτονεςκώμων νεανίαι, σέθεν ὄπα μαιόμενοι.διψῇ δὲ πρᾶγος ἄλλο μὲν ἄλλου·ἀε θλονικία δὲ μάλιστʼ ἀοιδὰν φιλεῖ,στεφάνων ἀρετᾶν τε δεξιωτάταν ὀπαδόν·τᾶς ἀφθονίαν ὄπαζε μήτιος ἀμᾶς ἄπο·ἄρχε δʼ οὐρανοῦ πολυνεφέλα κρέοντι, θύγατερ,δόκιμον ὕμνον· ἐγὼ δὲ κείνων τέ νιν ὀάροιςλύρᾳ τε κοινάσομαι. χαρίεντα δʼ ἕξει πόνονχώρας ἄγαλμα, Μυρμιδόνες ἵνα πρότεροιᾤκησαν, ὧν παλαίφατον ἀγορὰνοὐκ ἐλεγχέεσσιν Ἀριστοκλείδας τεὰνἐμίανε κατʼ αἶσαν ἐν περισθενεῖ μαλαχθεὶςπαγκρατίου στόλῳ· καματωδέων δὲ πλαγᾶνἄκος ὑγιηρὸν ἐν βαθυπεδίῳ Νεμέᾳ τὸ καλλίνικον φέρει.εἰ δʼ ἐὼν καλὸς ἔρδων τʼ ἐοικότα μορφᾷἀνορέαις ὑπερτάταις ἐπέβα παῖς Ἀριστοφάν εο ς· οὐκέτι πρόσωἀβάταν ἅλα κιόνων ὑπὲρ Ἡρακλέος περᾶν εὐμαρές,ἥρως θεὸς ἃς ἔθηκε ναυτιλίας ἐσχάταςμάρτυρας κλυτάς· δάμασε δὲ θῆρας ἐν πελάγεσινὑπέροχος, διά τʼ ἐξερεύνασε τεναγέωνῥοάς, ὅπα πόμπιμον κατέβαινε νόστου τέλος,καὶ γᾶν φράδασσε. θυμέ, τίνα πρὸς ἀλλοδαπὰνἄκραν ἐμὸν πλόον παραμείβ εαι ;Αἰακῷ σε φαμὶ γένει τε Μοῖσαν φέρειν,ἕπεται δὲ λόγῳ δίκας ἄωτος, ἐσλὸς αἰνεῖν·οὐδʼ ἀλλοτρίων ἔρωτες ἀνδρὶ φέρειν κρέσσονες·οἴκοθεν μάτευε. ποτίφορον δὲ κόσμον ἔλαβεςtype="unspecified" γλυκύ τι γαρυέμεν. παλαιαῖσι δʼ ἐν ἀρεταῖςγέγαθε Πηλεὺς ἄναξ ὑπέραλλον αἰχμὰν ταμών·ὃς καὶ Ἰωλκὸν εἷλε μόνος ἄνευ στρατιᾶς,καὶ ποντίαν Θέτιν κατέμαρψενἐγκονητί. Λαομέδοντα δʼ εὐρυσθενὴςΤελαμὼν Ἰόλᾳ παραστάτας ἐὼν ἔπερσεν·καί ποτε χαλκότοξον Ἀμαζόνων μετʼ ἀλκὰνἕπετό οἱ· οὐδέ νίν ποτε φόβος ἀνδροδάμας ἔπαυσεν ἀκμὰν φρενῶν.συγγενεῖ δέ τις εὐδοξίᾳ μέγα βρίθει·