ὅθεν περ καὶ Ὁμηρίδαιῥαπτῶν ἐπέων τὰ πόλλʼ ἀοιδοὶἄρχονται, Διὸς ἐκ προοιμίου· καὶ ὅδʼ ἀνὴρκαταβολὰν ἱερῶν ἀγώνων νικαφορίας δέδεκται πρῶτον Νεμεαίουἐν πολυυμνήτῳ Διὸς ἄλσει.ὀφείλει δʼ ἔτι, πατρίανεἴπερ καθʼ ὁδόν νιν εὐθυπομπὸςαἰὼν ταῖς μεγάλαις δέδωκε κόσμον Ἀθάναις,θαμὰ μὲν Ἰσθμιάδων δρέπεσθαι κάλλιστον ἄωτον, ἐν Πυθίοισί τε νικᾶνΤιμονόου παῖδʼ· ἔστι δʼ ἐοικὸςὀρειᾶν γε Πελειάδωνμὴ τηλόθεν Ὠαρίωνα νεῖσθαι.καὶ μὰν ἁ Σαλαμίς γε θρέψαι φῶτα μαχατὰνδυνατός. ἐν Τρωΐᾳ μὲν Ἕκτωρ Αἴαντος ἄκουσεν· ὦ Τιμόδημε, σὲ δʼ ἀλκὰπαγκρατίου τλάθυμος ἀέξει.Ἀχάρναι δὲ παλαίφατοιεὐάνορες· ὅσσα δʼ ἀμφʼ ἀέθλοις,Τιμοδημίδαι ἐξοχώτατοι προλέγονται.παρὰ μὲν ὑψιμέδοντι Παρνασῷ τέσσαρας ἐξ ἀέθλων νίκας ἐκόμιξαν·ἀλλὰ Κορινθίων ὑπὸ φωτῶνἐν ἐσλοῦ Πέλοπος πτυχαῖςὀκτὼ στεφάνοις ἔμιχθεν ἤδη·ἑπτὰ δʼ ἐν Νεμέᾳ τὰ δʼ οἴκοι μάσσονʼ ἀριθμοῦΔιὸς ἀγῶνι. τόν, ὦ πολῖται, κωμάξατε Τιμοδήμῳ σὺν εὐκλέϊ νόστῳ·ἁδυμελεῖ δʼ ἐξάρχετε φωνᾷ.