ἄνθος εὐῶδες φέρειν πλούτῳ ἴσον,ἀλλʼ ἐν ἀμείβοντι. καὶ θνατὸν οὕτως ἔθνος ἄγειμοῖρα. τὸ δʼ ἐκ Διὸς ἀνθρώποις σαφὲς οὐχ ἕπεταιτέκμαρ· ἀλλʼ ἔμπαν μεγαλανορίαις ἐμβαίνομεν,ἔργα τε πολλὰ μενοινῶντες· δέδεται γὰρ ἀναιδεῖἐλπίδι γυῖα· προμαθείας δʼ ἀπόκεινται ῥοαί.κερδέων δὲ χρὴ μέτρον θηρευέμεν·ἀπροσίκτων δʼ ἐρώτων ὀξύτεραι μανίαι.