παῖ Ῥέας, ἅ τε πρυτανεῖα λέλογχας,Ἑστία,Ζηνὸς ὑψίστου κασιγνήτα καὶ ὁμοθρόνου Ἥρας,εὖ μὲν Ἀρισταγόραν δέξαι τεὸν ἐς θάλαμον,.εὖ δʼ ἑταίρους ἀγλαῷ σκάπτῳ πέλας,οἵ σε γεραίροντες ὀρθὰν φυλάσσοισιν Τένεδον,πολλὰ μὲν λοιβαῖσιν ἀγαζόμενοι πρώταν θεῶν,πολλὰ δὲ κνίσσᾳ· λύρα δέ σφι βρέμεται καὶ ἀοιδά·καὶ ξενίου Διὸς ἀσκεῖται Θέμις ἀενάοιςἐν τραπέζαις. ἀλλὰ σὺν δόξᾳ τέλοςδωδεκάμηνον περᾶσαι σὺν ἀτρώτῳ κραδίᾳ,ἄνδρα δʼ ἐγὼ μακαρίζω μὲν πατέρʼ Ἁγησίλαν,καὶ τὸ θαητὸν δέμας ἀτρεμίαν τε ξύγγονον.εἰ δέ τις ὄλβον ἔχων μορφᾷ παραμεύσεται ἄλλους,ἔν τʼ ἀέθλοισιν ἀριστεύων ἐπέδειξεν βίαν,θνατὰ μεμνάσθω περιστέλλων μέλη,καὶ τελευτὰν ἁπάντων γᾶν ἐπιεσσόμενος·ἐν λόγοις δʼ ἀστῶν ἀγαθοῖσί νιν αἰνεῖσθαι χρεών,καὶ μελιγδούποισι δαιδαλθέντα μελιζέμεν ἀοιδαῖς.ἐκ δὲ περικτιόνων ἑκκαίδεκʼ Ἀρισταγόρανἀγλααὶ νῖκαι πάτραν τʼ εὐώνυμονἐστεφάνωσαν πάλᾳ καὶ μεγαυχεῖ παγκρατίῳ.ἐλπίδες δʼ ὀκνηρότεραι γονέων παιδὸς βίανἔσχον ἐν Πυθῶνι πειρᾶσθαι καὶ Ὀλυμπίᾳ ἄθλων.ναὶ μὰ γὰρ ὅρκον, ἐμὰν δόξαν παρὰ Κασταλίᾳκαὶ παρʼ εὐδένδρῳ μολὼν ὄχθῳ Κρόνουκάλλιον ἂν δηριώντων ἐνόστησʼ ἀντιπάλων,πενταετηρίδʼ ἑορτὰν Ἡρακλέος τέθμιονκωμάσαις ἀνδησάμενός τε κόμαν ἐν πορφυρέοιςἔρνεσιν. ἀλλὰ βροτῶν τὸν μὲν κενεόφρονες αὖχαιἐξ ἀγαθῶν ἔβαλον· τὸν δʼ αὖ καταμεμφθέντʼ ἄγανἰσχὺν οἰκείων παρέσφαλεν καλῶνχειρὸς ἕλκων ὀπίσσω θυμὸς ἄτολμος ἐών.συμβαλεῖν μὰν εὐμαρὲς ἦν τό τε Πεισάνδρου πάλαιαἷμʼ ἀπὸ Σπάρτας· Ἀμύκλαθεν γὰρ ἔβα σὺν Ὀρέστᾳ,Αἰολέων στρατιὰν χαλκεντέα δεῦρʼ ἀνάγων·καὶ παρʼ Ἰσμηνοῦ ῥοὰν κεκραμένονἐκ Μελανίπποιο μάτρωος. ἀρχαῖαι δʼ ἀρεταὶἀμφέροντʼ ἀλλασσόμεναι γενεαῖς ἀνδρῶν σθένος·ἐν σχερῷ δʼ οὔτʼ ὦν μέλαιναι καρπὸν ἔδωκαν ἄρουραι,δένδρεά τʼ οὐκ ἐθέλει πάσαις ἐτέων περόδοις