σπέρμα θνατὸν ματρὶ τεᾷ πελάσαιςστάξεν ἥρως. ἀλλʼ ἄγε τῶνδέ τοι ἔμπαν αἵρεσινπαρδίδωμʼ· εἰ μὲν θάνατόν τε φυγὼν καὶ γῆρας ἀπεχθόμενοναὐτὸς Οὔλυμπον θέλεις ναίειν ἐμοὶ σύν τʼ Ἀθαναίᾳ κελαινεγχεῖ τʼ Ἄρει,ἔστι τοι τούτων λάχος· εἰ δὲ κασιγνήτου πέριμάρνασαι, πάντων δὲ νοεῖς ἀποδάσσασθαι ἴσον,ἥμισυ μέν κε πνέοις γαίας ὑπένερθεν ἐών,ἥμισυ δʼ οὐρανοῦ ἐν χρυσέοις δόμοισιν.ὣς ἄρʼ αὐδάσαντος οὐ γνώμᾳ διπλόαν θέτο βουλάν.ἀνὰ δʼ ἔλυσεν μὲν ὀφθαλμόν, ἔπειτα δὲ φωνὰν χαλκομίτρα Κάστορος.