Δαναοῦ πόλιν ἀγλαοθρόνων τε πεντήκοντα κορᾶν, Χάριτες,Ἄργος Ἥρας δῶμα θεοπρεπὲς ὑμνεῖτε· φλέγεται δʼ ἀρεταῖςμυρίαις ἔργων θρασέων ἕνεκεν.μακρὰ μὲν τὰ Περσέος ἀμφὶ Μεδοίσας Γοργόνος·πολλὰ δʼ Αἰγύπτῳ καταοίκισθεν ἄστη ταῖς Ἐπάφου παλάμαις·οὐδʼ Ὑπερμνήστρα παρεπλάγχθη, μονόψαφον ἐν κολεῷ κατασχοῖσα ξίφος.Διομήδεα δʼ ἄμβροτον ξανθά ποτε Γλαυκῶπις ἔθηκε θεόν·γαῖα δʼ ἐν Θήβαις ὑπέδεκτο κεραυνωθεῖσα Διὸς βέλεσινμάντιν Οἰκλείδαν, πολέμοιο νέφος·καὶ γυναιξὶν καλλικόμοισιν ἀριστεύει πάλαι·Ζεὺς ἐπʼ Ἀλκμήναν Δανάαν τε μολὼν τοῦτον κατέφανε λόγον·πατρὶ δʼ Ἀδράστοιο Λυγκεῖ τε φρενῶν καρπὸν εὐθείᾳ συνάρμοξεν δίκᾳ·θρέψε δʼ αἰχμὰν Ἀμφιτρύωνος. ὁ δʼ ὄλβῳ φέρτατοςἵκετʼ ἐς κείνου γενεάν, ἐπεὶ ἐν χαλκέοις ὅπλοιςΤηλεβόας ἔναρεν· τῷ ὄψιν ἐειδόμενοςἀθανάτων βασιλεὺς αὐλὰν ἐσῆλθενσπέρμʼ ἀδείμαντον φέρων Ἡρακλέος· οὗ κατʼ Ὄλυμπονἄλοχος Ἥβα τελείᾳ παρὰ ματέρι βαίνοισʼ ἔστι, καλλίστα θεῶν.βραχύ μοι στόμα πάντʼ ἀναγήσασθʼ, ὅσων Ἀργεῖον ἔχει τέμενοςμοῖραν ἐσλῶν· ἔστι δὲ καὶ κόρος ἀνθρώπων βαρὺς ἀντιάσαι·ἀλλʼ ὅμως εὔχορδον ἔγειρε λύραν,καὶ παλαισμάτων λάβε φροντίδʼ· ἀγών τοι χάλκεοςδᾶμον ὀτρύνει ποτὶ βουθυσίαν Ἥρας ἀέθλων τε κρίσιν·Οὐλία παῖς ἔνθα νικάσαις δὶς ἔσχεν Θεαῖος εὐφόρων λάθαν πόνων.ἐκράτησε δὲ καί ποθʼ Ἕλλανα στρατὸν Πυθῶνι, τύχᾳ τε μολὼνκαὶ τὸν Ἰσθμοῖ καὶ Νεμέᾳ στέφανον, Μοίσαισί τʼ ἔδωκʼ ἀρόσαι,τρὶς μὲν ἐν πόντοιο πύλαισι λαχών,τρὶς δὲ καὶ σεμνοῖς δαπέδοις ἐν Ἀδραστείῳ νόμῳ.Ζεῦ πάτερ, τῶν μὰν ἔραται φρενί, σιγᾷ οἱ στόμα· πᾶν δὲ τέλοςἐν τὶν ἔργων· οὐδʼ, ἀμόχθῳ καρδίᾳ προσφέρων τόλμαν, παραιτεῖται χάριν·γνώτʼ ἀείδω οἷ τε καὶ ὅστις ἁμιλλᾶται περὶἐσχάτων ἄθλων κορυφαῖς· ὕπατον δʼ ἔσχεν ΠίσαἩρακλέος τεθμόν· ἁδεῖαί γε μὲν ἀμβολάδανἐν τελεταῖς δὶς Ἀθαναίων νιν ὀμφαὶκώμασαν· γαίᾳ δὲ καυθείσᾳ πυρὶ καρπὸς ἐλαίαςἔμολεν Ἥρας τὸν εὐάνορα λαὸν ἐν ἀγγέων ἕρκεσιν παμποικίλοις.ἕπεται δέ, Θεαῖε, ματρώων πολύγνωτον γένος ὑμετέρωνεὐάγων τιμὰ Χαρίτεσσί τε καὶ σὺν Τυνδαρίδαις θαμάκις.ἀξιωθείην κεν, ἐὼν ΘρασύκλουἈντία τε ξύγγονος, Ἄργει μὴ κρύπτειν φάος