τοὶ μὲν οἰχθεισᾶν πυλᾶνἐς θαλάμου μυχὸν εὐρὺν ἔβαν, τέκνοισιν ὠκείας γνάθουςἀμφελίξασθαι μεμαῶτες· ὁ δʼ ὀρθὸν μὲν ἄντεινεν κάρα, πειρᾶτο δὲ πρῶτον μάχας,δισσαῖσι δοιοὺς αὐχένωνμάρψαις ἀφύκτοις χερσὶν ἑαῖς ὄφιας·ἀγχομένοις δὲ χρόνοςψυχὰς ἀπέπνευσεν μελέων ἀφάτων.ἐκ δʼ ἄρʼ ἄτλατον δέοςπλᾶξε γυναῖκας, ὅσαι τύχον Ἀλκμήνας ἀρήγοισαι λέχει·καὶ γὰρ αὐτά, ποσσὶν ἄπεπλος ὀρούσαισʼ ἀπὸ στρωμνᾶς, ὅμως ἄμυνεν ὕβριν κνωδάλων.ταχὺ δὲ Καδμείων ἀγοὶ χαλκέοις ἀθρόοι σὺν ὅπλοις ἔδραμον·ἐν χερὶ δʼ Ἀμφιτρύων κολεοῦ γυμνὸν τινάσσων φάσγανονἵκετʼ, ὀξείαις ἀνίαισι τυπείς. τὸ γὰρ οἰκεῖον πιέζει πάνθʼ ὁμῶς·εὐθὺς δʼ ἀπήμων κραδία κᾶδος ἀμφʼ ἀλλότριον.ἔστα δὲ θάμβει δυσφόρῳτερπνῷ τε μιχθείς. εἶδε γὰρ ἐκνόμιονλῆμά τε καὶ δύναμινυἱοῦ παλίγγλωσσον δέ οἱ ἀθάνατοιἀγγέλων ῥῆσιν θέσαν.γείτονα δʼ ἐκκάλεσεν Διὸς ὑψίστου προφάταν ἔξοχον,ὀρθόμαντιν Τειρεσίαν· ὁ δέ οἱ φράζε καὶ παντὶ στρατῷ, ποίαις ὁμιλήσει τύχαις,ὅσσους μὲν ἐν χέρσῳ κτανών,ὅσσους δὲ πόντῳ θῆρας ἀϊδροδίκας·καί τινα σὺν πλαγίῳἀνδρῶν κόρῳ στείχοντα τὸν ἐχθρότατονφᾶσέ νιν δώσειν μόρῳ.καὶ γὰρ ὅταν θεοὶ ἐν πεδίῳ Φλέγρας Γιγάντεσσιν μάχανἀντιάζωσιν, βελέων ὑπὸ ῥιπαῖσι κείνου φαιδίμαν γαίᾳ πεφύρσεσθαι κόμανἔνεπεν· αὐτὸν μὰν ἐν εἰράνᾳ καμάτων μεγάλων ἐν σχερῷἁσυχίαν τὸν ἅπαντα χρόνον ποινὰν λαχόντʼ ἐξαίρετονὀλβίοις ἐν δώμασι, δεξάμενον θαλερὰν Ἥβαν ἄκοιτιν καὶ γάμονδαίσαντα, πὰρ Δὶ Κρονίδᾳ σεμνὸν αἰνήσειν νόμον.