ἄμπνευμα σεμνὸν Ἀλφεοῦ,κλεινᾶν Συρακοσσᾶν θάλος Ὀρτυγία,δέμνιον Ἀρτέμιδος,Δάλου κασιγνήτα, σέθεν ἁδυεπὴςὕμνος ὁρμᾶται θέμεναἶνον ἀελλοπόδων μέγαν ἵππων, Ζηνὸς Αἰτναίου χάριν·ἅρμα δʼ ὀτρύνει Χρομίου Νεμέα θʼ ἔργμασιν νικαφόροις ἐγκώμιον ζεῦξαι μέλος.ἀρχαὶ δὲ βέβληνται θεῶνκείνου σὺν ἀνδρὸς δαιμονίαις ἀρεταῖς.ἔστι δʼ ἐν εὐτυχίᾳπανδοξίας ἄκρον· μεγάλων δʼ ἀέθλωνΜοῖσα μεμνᾶσθαι φιλεῖ.σπεῖρέ νυν ἀγλαΐαν τινὰ νάσῳ, τὰν Ὀλύμπου δεσπόταςΖεὺς ἔδωκεν Φερσεφόνᾳ, κατένευσέν τέ οἱ χαίταις, ἀριστεύοισαν εὐκάρπου χθονὸςΣικελίαν πίειραν ὀρθώσειν κορυφαῖς πολίων ἀφνεαῖς.ὤπασε δὲ Κρονίων πολέμου μναστῆρά οἱ χαλκεντέοςλαὸν ἵππαιχμον θαμὰ δὴ καὶ Ὀλυμπιάδων φύλλοις ἐλαιᾶν χρυσέοιςμιχθέντα. πολλῶν ἐπέβαν καιρὸν οὐ ψεύδει βαλών.ἔσταν δʼ ἐπʼ αὐλείαις θύραιςἀνδρὸς φιλοξείνου καλὰ μελπόμενος,ἔνθα μοι ἁρμόδιονδεῖπνον κεκόσμηται, θαμὰ δʼ ἀλλοδαπῶνοὐκ ἀπείρατοι δόμοιἐντί· λέλογχε δὲ μεμφομένοις ἐσλοὺς ὕδωρ καπνῷ φέρεινἀντίον. τέχναι δʼ ἑτέρων ἕτεραι· χρὴ δʼ ἐν εὐθείαις ὁδοῖς στείχοντα μάρνασθαι φυᾷ.πράσσει γὰρ ἔργῳ μὲν σθένος,βουλαῖσι δὲ φρήν, ἐσσόμενον προϊδεῖνσυγγενὲς οἷς ἕπεται.Ἁγησιδάμου παῖ, σέο δʼ ἀμφὶ τρόπῳτῶν τε καὶ τῶν χρήσιες.οὐκ ἔραμαι πολὺν ἐν μεγάρῳ πλοῦτον κατακρύψαις ἔχειν,ἀλλʼ ἐόντων εὖ τε παθεῖν καὶ ἀκοῦσαι φίλοις ἐξαρκέων. κοιναὶ γὰρ ἔρχοντʼ ἐλπίδεςπολυπόνων ἀνδρῶν. ἐγὼ δʼ Ἡρακλέος ἀντέχομαι προφρόνως,ἐν κορυφαῖς ἀρετᾶν μεγάλαις ἀρχαῖον ὀτρύνων λόγον,ὡς, ἐπεὶ σπλάγχνων ὕπο ματέρος αὐτίκα θαητὰν ἐς αἴγλαν παῖς Διὸςὠδῖνα φεύγων διδύμῳ σὺν κασιγνήτῳ μόλεν,ὡς οὐ λαθὼν χρυσόθρονονἭραν κροκωτὸν σπάργανον ἐγκατέβα·ἀλλὰ θεῶν βασιλ έασπερχθεῖσα θυμῷ πέμπε δράκοντας ἄφαρ.