ἔπραθε φασγάνου ἀκμᾷ, κρύψαν ἔνερθʼ ὑπὸ γᾶν διφρηλάτα Ἀμφιτρύωνοςσάματι, πατροπάτωρ ἔνθα οἱ Σπαρτῶν ξένοςκεῖτο, λευκίπποισι Καδμείων μετοικήσαις ἀγυιαῖς.τέκε οἷ καὶ Ζηνὶ μιγεῖσα δαΐφρωνἐν μόναις ὠδῖσιν Ἀλκμήναδιδύμων κρατησίμαχον σθένος υἱῶν.κωφὸς ἀνήρ τις, ὃς Ἡρακλεῖ στόμα μὴ παραβάλλει,μηδὲ Διρκαίων ὑδάτων ἀὲ μέμναται, τά νιν θρέψαντο καὶ Ἰφικλέα·τοῖσι τέλειον ἐπʼ εὐχᾷ κωμάσομαί τι παθὼν ἐσλόν· Χαρίτων κελαδεννᾶνμή με λίποι καθαρὸν φέγγος. Αἰγίνᾳ τε γὰρφαμὶ Νίσου τʼ ἐν λόφῳ τρὶς δὴ πόλιν τάνδʼ εὐκλεΐξαι,σιγαλὸν ἀμαχανίαν ἔργῳ φυγών·οὕνεκεν, εἰ φίλος ἀστῶν, εἴ τις ἀντάεις, τό γʼ ἐν ξυνῷ πεποναμένον εὖμὴ λόγον βλάπτων ἁλίοιο γέροντος κρυπτέτω.κεῖνος αἰνεῖν καὶ τὸν ἐχθρὸνπαντὶ θυμῷ σύν γε δίκᾳ καλὰ ῥέζοντʼ ἔννεπεν.πλεῖστα νικάσαντά σε καὶ τελεταῖςὡρίαις ἐν Παλλάδος εἶδον ἄφωνοί θʼ ὡς ἕκασται φίλτατονπαρθενικαὶ πόσιν ἢυἱὸν εὔχοντʼ, ὦ Τελεσίκρατες, ἔμμεν,ἐν Ὀλυμπίοισί τε καὶ βαθυκόλπουΓᾶς ἀέθλοις ἔν τε καὶ πᾶσινἐπιχωρίοις. ἐμὲ δʼ ὦν τις ἀοιδᾶνδίψαν ἀκειόμενον πράσσει χρέος αὖτις ἐγεῖραικαὶ παλαιὰν δόξαν ἑῶν προγόνων· οἷοι Λιβύσσας ἀμφὶ γυναικὸς ἔβανἼρασα πρὸς πόλιν, Ἀνταίου μετὰ καλλίκομον μναστῆρες ἀγακλέα κούραν·τὰν μάλα πολλοὶ ἀριστῆες ἀνδρῶν αἴτεονσύγγονοι, πολλοὶ δὲ καὶ ξείνων. ἐπεὶ θαητὸν εἶδοςἔπλετο· χρυσοστεφάνου δέ οἱ Ἥβαςκαρπὸν ἀνθήσαντʼ ἀποδρέψαιἔθελον. πατὴρ δὲ θυγατρὶ φυτεύωνκλεινότερον γάμον, ἄκουσεν Δαναόν ποτʼ ἐν Ἄργειοἷον εὗρεν τεσσαράκοντα καὶ ὀκτὼ παρθένοισι, πρὶν μέσον ἆμαρ ἑλεῖν,ὠκύτατον γάμον. ἔστασεν γὰρ ἅπαντα χορὸν ἐν τέρμασιν αὐτίκʼ ἀγῶνος·σὺν δʼ ἀέθλοις ἐκέλευσεν διακρῖναι ποδῶν,ἅντινα σχήσοι τις ἡρώων, ὅσοι γαμβροί σφιν ἦλθον.οὕτω δʼ ἐδίδου Λίβυς ἁρμόζων κόρᾳνυμφίον ἄνδρα· ποτὶ γραμμᾷ μὲν αὐτὰν στᾶσε κοσμήσαις τέλος ἔμμεν ἄκρον,εἶπε δʼ ἐν μέσσοις ἀπάγεσθαι, ὃς ἂν πρῶτος θορὼνἀμφί οἱ ψαύσειε πέπλοις.