αἰδέοντʼ, ἀμφανδὸν ἁδείας τυχεῖν τὸ πρῶτον εὐνᾶς.καὶ γὰρ σέ, τὸν οὐ θεμιτὸν ψεύδει θιγεῖν,ἔτραπε μείλιχος ὀργὰ παρφάμεν τοῦτον λόγον. κούρας δʼ ὁπόθεν γενεὰνἐξερωτᾷς, ὦ ἄνα; κύριον ὃς πάντων τέλοςοἶσθα καὶ πάσας κελεύθους·ὅσσα τε χθὼν ἠρινὰ φύλλʼ ἀναπέμπει, χὠπόσαιἐν θαλάσσᾳ καὶ ποταμοῖς ψάμαθοικύμασιν ῥιπαῖς τʼ ἀνέμων κλονέονται, χὤ τι μέλλει, χὠπόθενἔσσεται, εὖ καθορᾷς.εἰ δὲ χρὴ καὶ πὰρ σοφὸν ἀντιφερίξαι,ἐρέω. ταύτᾳ πόσις ἵκεο βᾶσσαντάνδε, καὶ μέλλεις ὑπὲρ πόντουΔιὸς ἔξοχον ποτὶ κᾶπον ἐνεῖκαι·ἔνθα νιν ἀρχέπολιν θήσεις, ἐπὶ λαὸν ἀγείραιςνασιώταν ὄχθον ἐς ἀμφίπεδον· νῦν δʼ εὐρυλείμων πότνιά σοι Λιβύαδέξεται εὐκλέα νύμφαν δώμασιν ἐν χρυσέοις πρόφρων· ἵνα οἱ χθονὸς αἶσαναὐτίκα συντελέθειν ἔννομον δωρήσεται,οὔτε παγκάρπων φυτῶν νήποινον, οὔτʼ ἀγνῶτα θηρῶν.τόθι παῖδα τέξεται, ὃν κλυτὸς Ἑρμᾶςεὐθρόνοις Ὥραισι καὶ Γαίᾳἀνελὼν φίλας ὑπὸ ματέρος οἴσει.ταὶ δʼ ἐπιγουνίδιον θαησάμενοι βρέφος αὐταῖς,νέκταρ ἐν χείλεσσι καὶ ἀμβροσίαν στάξοισι, θήσονταί τέ νιν ἀθάνατονΖῆνα καὶ ἁγνὸν Ἀπόλλωνʼ, ἀνδράσι χάρμα φίλοις ἄγχιστον, ὀπάονα μήλων,Ἀγρέα καὶ Νόμιον, τοῖς δʼ Ἀρισταῖον καλεῖν.ὣς ἄρʼ εἰπὼν ἔντυεν τερπνὰν γάμου κραίνειν τελευτάν.ὠκεῖα δʼ ἐπειγομένων ἤδη θεῶνπρᾶξις ὁδοί τε βραχεῖαι. κεῖνο κεῖνʼ ἆμαρ διαίτασεν· θαλάμῳ δὲ μίγενἐν πολυχρύσῳ Λιβύας· ἵνα καλλίσταν πόλινἀμφέπει κλεινάν τʼ ἀέθλοις.καί νυν ἐν Πυθῶνί νιν ἀγαθέᾳ Καρνειάδαυἱὸς εὐθαλεῖ συνέμιξε τύχᾳ·ἔνθα νικάσαις ἀνέφανε Κυράναν, ἅ νιν εὔφρων δέξεται,καλλιγύναικι πάτρᾳδόξαν ἱμερτὰν ἀγαγόντʼ ἀπὸ Δελφῶν.ἀρεταὶ δʼ αἰεὶ μεγάλαι πολύμυθοι·βαιὰ δʼ ἐν μακροῖσι ποικίλλειν,ἀκοὰ σοφοῖς· ὁ δὲ καιρὸς ὁμοίωςπαντὸς ἔχει κορυφάν. ἔγνον ποτὲ καὶ Ἰόλαονοὐκ ἀτιμάσαντά νιν ἑπτάπυλοι Θῆβαι· τόν, Εὐρυσθῆος ἐπεὶ κεφαλὰν