ἐθέλω χαλκάσπιδα Πυθιονίκανσὺν βαθυζώνοισιν ἀγγέλλωνΤελεσικράτη Χαρίτεσσι γεγωνεῖν,ὄλβιον ἄνδρα, διωξίππου στεφάνωμα Κυράνας·τὰν ὁ χαιτάεις ἀνεμοσφαράγων ἐκ Παλίου κόλπων ποτὲ Λατοΐδαςἅρπασʼ, ἔνεικέ τε χρυσέῳ παρθένον ἀγροτέραν δίφρῳ, τόθι νιν πολυμήλουκαὶ πολυκαρποτάτας θῆκε δέσποιναν χθονὸςῥίζαν ἀπείρου τρίταν εὐήρατον θάλλοισαν οἰκεῖν.ὑπέδεκτο δʼ ἀργυρόπεζʼ ἈφροδίταΔάλιον ξεῖνον θεοδμάτωνὀχέων, ἐφαπτομένα χερὶ κούφᾳ.καί σφιν ἐπὶ γλυκεραῖς εὐναῖς ἐρατὰν βάλεν αἰδῶ,ξυνὸν ἁρμόζοισα θεῷ τε γάμον μιχθέντα κούρᾳ θʼ Ὑψέος εὐρυβία·ὃς Λαπιθᾶν ὑπερόπλων τουτάκις ἦν βασιλεύς, ἐξ Ὠκεανοῦ γένος ἥρωςδεύτερος· ὅν ποτε Πίνδου κλεενναῖς ἐν πτυχαῖςΝαῒς εὐφρανθεῖσα Πηνειοῦ λέχει Κρείοισʼ ἔτικτεν,Γαίας θυγάτηρ. ὁ δὲ τὰν εὐώλενονθρέψατο παῖδα Κυράναν· ἁ μὲν οὔθʼ ἱστῶν παλιμβάμους ἐφίλησεν ὁδούς,οὔτε δείπνων οἰκοριᾶν μεθʼ ἑταιρᾶν τέρψιας,ἀλλʼ ἀκόντεσσίν τε χαλκέοιςφασγάνῳ τε μαρναμένα κεράϊζεν ἀγρίουςθῆρας, ἦ πολλάν τε καὶ ἡσύχιονβουσὶν εἰρήναν παρέχοισα πατρῴαις, τὸν δὲ σύγκοιτον γλυκὺνπαῦρον ἐπὶ γλεφάροιςὕπνον ἀναλίσκοισα ῥέποντα πρὸς ἀῶ.κίχε νιν λέοντί ποτʼ εὐρυφαρέτραςὀμβρίμῳ μούναν παλαίοισανἄτερ ἐγχέων ἑκάεργος Ἀπόλλων.αὐτίκα δʼ ἐκ μεγάρων Χείρωνα προσέννεπε φωνᾷ.σεμνὸν ἄντρον, Φιλλυρίδα, προλιπὼν θυμὸν γυναικὸς καὶ μεγάλαν δύνασινθαύμασον, οἷον ἀταρβεῖ νεῖκος ἄγει κεφαλᾷ, μόχθου καθύπερθε νεᾶνιςἦτορ ἔχοισα· φόβῳ δʼ οὐ κεχείμανται φρένες.τίς νιν ἀνθρώπων τέκεν; ποίας δʼ ἀποσπασθεῖσα φύτλαςὀρέων κευθμῶνας ἔχει σκιοέντων,γεύεται δʼ ἀλκᾶς ἀπειράντου;ὁσία κλυτὰν χέρα οἱ προσενεγκεῖν,ἦ ῥα; καὶ ἐκ λεχέων κεῖραι μελιηδέα ποίαν;τὸν δὲ Κένταυρος ζαμενής, ἀγανᾷ χλαρὸν γελάσσαις ὀφρύϊ, μῆτιν ἑὰνεὐθὺς ἀμείβετο· κρυπταὶ κλαΐδες ἐντὶ σοφᾶς Πειθοῦς ἱερᾶν φιλοτάτων,Φοῖβε, καὶ ἔν τε θεοῖς τοῦτο κἀνθρώποις ὁμῶς