τέτρασι δʼ ἔμπετες ὑψόθενσωμάτεσσι κακὰ φρονέων,τοῖς οὔτε νόστος ὁμῶςἔπαλπνος ἐν Πυθιάδι κρίθη,οὐδὲ μολόντων πὰρ ματέρʼ ἀμφὶ γέλως γλυκὺςὦρσεν χάριν· κατὰ λαύρας δʼ ἐχθρῶν ἀπάοροιπτώσσοντι, συμφορᾷ δεδαγμένοι.ὁ δὲ καλόν τι νέον λαχὼνἁβρότατος ἔπι μεγάλαςἐξ ἐλπίδος πέταταιὑποπτέροις ἀνορέαις, ἔχωνκρέσσονα πλούτου μέριμναν. ἐν δʼ ὀλίγῳ βροτῶντὸ τερπνὸν αὔξεται· οὕτω δὲ καὶ πίτνει χαμαί,ἀποτρόπῳ γνώμᾳ σεσεισμένον.ἐπάμεροι· τί δέ τις; τί δʼ οὔ τις; σκιᾶς ὄναρἄνθρωπος. ἀλλʼ ὅταν αἴγλα διόσδοτος ἔλθῃ,λαμπρὸν φέγγος ἔπεστιν ἀνδρῶν καὶ μείλιχος αἰών·Αἴγινα φίλα μᾶτερ, ἐλευθέρῳ στόλῳπόλιν τάνδε κόμιζε Δὶ καὶ κρέοντι σὺν ΑἰακῷΠηλεῖ τε κἀγαθῷ Τελαμῶνι σύν τʼ Ἀχιλλεῖ.