ὁπότʼ ἀπʼ Ἄργεος ἤλυθονδευτέραν ὁδὸν Ἐπίγονοι.ὧδʼ εἶπε μαρναμένων·φυᾷ τὸ γενναῖον ἐπιπρέπειἐκ πατέρων παισὶ λῆμα. θαέομαι σαφὲςδράκοντα ποικίλον αἰθᾶς Ἀλκμᾶνʼ ἐπʼ ἀσπίδοςνωμῶντα πρῶτον ἐν Κάδμου πύλαις.ὁ δὲ καμὼν προτέρᾳ πάθᾳνῦν ἀρείονος ἐνέχεταιὄρνιχος ἀγγελίᾳἌδραστος ἥρως· τὸ δὲ οἴκοθενἀντία πράξει. μοῦνος γὰρ ἐκ Δαναῶν στρατοῦθανόντος ὀστέα λέξαις υἱοῦ, τύχᾳ θεῶνἀφίξεται λαῷ σὺν ἀβλαβεῖἌβαντος εὐρυχόρους ἀγυιάς. τοιαῦτα μὲνἐφθέγξατʼ Ἀμφιάρηος. χαίρων δὲ καὶ αὐτὸςἈλκμᾶνα στεφάνοισι βάλλω, ῥαίνω δὲ καὶ ὕμνῳ,γείτων ὅτι μοι καὶ κτεάνων φύλαξ ἐμῶνὑπάντασεν ἰόντι γᾶς ὀμφαλὸν παρʼ ἀοίδιμον,μαντευμάτων τʼ ἐφάψατο συγγόνοισι τέχναις.τὺ δʼ,Ἑκαταβόλε, πάνδοκονναὸν εὐκλέα διανέμωνΠυθῶνος ἐν γυάλοις,τὸ μὲν μέγιστον τόθι χαρμάτωνὤπασας· οἴκοι δὲ πρόσθεν ἁρπαλέαν δόσινπενταθλίου σὺν ἑορταῖς ὑμαῖς ἐπάγαγες.ἄναξ, ἑκόντι δʼ εὔχομαι νόῳκατά τινʼ ἁρμονίαν βλέπειν,ἀμφʼ ἕκαστον ὅσα νέομαι.κώμῳ μὲν ἁδυμελεῖΔίκα παρέστακε· θεῶν δʼ ὄπινἄφθονον αἰτέω, Ξείναρκες, ὑμετέραις τύχαις.εἰ γάρ τις ἐσλὰ πέπαται μὴ σὺν μακρῷ πόνῳ,πολλοῖς σοφὸς δοκεῖ πεδʼ ἀφρόνωνβίον κορυσσέμεν ὀρθοβούλοισι μαχαναῖς·τὰ δʼ οὐκ ἐπʼ ἀνδράσι κεῖται· δαίμων δὲ παρίσχει,ἄλλοτʼ ἄλλον ὕπερθε βάλλων, ἄλλον δʼ ὑπὸ χειρῶνμέτρῳ καταβαίνει. Μεγάροις δʼ ἔχεις γέρας,μυχῷ τʼ ἐν Μαραθῶνος, Ἥρας τʼ ἀγῶνʼ ἐπιχώριοννίκαις τρισσαῖς, Ὦριστόμενες, δάμασσας ἔργῳ·