φιλόφρον Ἡσυχία, Δίκαςὦ μεγιστόπολι θύγατερ,βουλᾶν τε καὶ πολέμωνἔχοισα κλαῗδας ὑπερτάτας,Πυθιόνικον τιμὰν Ἀριστομένει δέκευ.τὺ γὰρ τὸ μαλθακὸν ἔρξαι τε καὶ παθεῖν ὁμῶςἐπίστασαι καιρῷ σὺν ἀτρεκεῖ·τὺ δʼ, ὁπόταν τις ἀμείλιχονκαρδίᾳ κότον ἐνελάσῃ,τραχεῖα δυσμενέωνὑπαντιάξαισα κράτει τιθεῖςὝβριν ἐν ἄντλῳ. τὰν οὐδὲ Πορφυρίων μάθενπαρʼ αἶσαν ἐξερεθίζων· κέρδος δὲ φίλτατον,ἑκόντος εἴ τις ἐκ δόμων φέροι.βία δὲ καὶ μεγάλαυχον ἔσφαλεν ἐν χρόνῳ.Τυφὼς Κίλιξ ἑκατόγκρανος οὔ νιν ἄλυξεν,οὐδὲ μὰν βασιλεὺς Γιγάντων· δμᾶθεν δὲ κεραυνῷτόξοισί τʼ Ἀπόλλωνος· ὃς εὐμενεῖ νόῳΞενάρκειον ἔδεκτο Κίρραθεν ἐστεφανωμένονυἱὸν ποίᾳ Παρνασσίδι Δωριεῖ τε κώμῳ.ἔπεσε δʼ οὐ Χαρίτων ἑκὰςἁ δικαιόπολις ἀρεταῖςκλειναῖσιν Αἰακιδᾶνθιγοῖσα νᾶσος· τελέαν δʼ ἔχειδόξαν ἀπʼ ἀρχᾶς. πολλοῖσι μὲν γὰρ ἀείδεταινικαφόροις ἐν ἀέθλοις θρέψαισα καὶ θοαῖςὑπερτάτους ἥρωας ἐν μάχαις·τὰ δὲ καὶ ἀνδράσιν ἐμπρέπει.εἰμὶ δʼ ἄσχολος ἀναθέμενπᾶσαν μακραγορίανλύρᾳ τε καὶ φθέγματι μαλθακῷ,μὴ κόρος ἐλθὼν κνίσῃ. τὸ δʼ ἐν ποσί μοι τράχονἴτω τεὸν χρέος, ὦ παῖ, νεώτατον καλῶν,ἐμᾷ ποτανὸν ἀμφὶ μαχανᾷ.παλαισμάτεσσι γὰρ ἰχνεύων ματραδελφεοὺςὈλυμπίᾳ τε Θεόγνητον οὐ κατελέγχεις,οὐδὲ Κλειτομάχοιο νίκαν Ἰσθμοῖ θρασύγυιον·αὔξων δὲ πάτραν Μιδυλιδᾶν λόγον φέρεις,τὸν ὅνπερ ποτʼ Ὀϊκλέος παῖς ἐν ἑπταπύλοις ἰδὼνυἱοὺς Θήβαις αἰνίξατο παρμένοντας αἰχμᾷ,