κάλλιστον αἱ μεγαλοπόλιες Ἀθᾶναιπροοίμιον Ἀλκμανιδᾶν εὐρυσθενεῖ γενεᾷκρηπῖδʼ ἀοιδᾶνἵπποισι βαλέσθαι.ἐπεὶ τίνα πάτραν, τίνα οἶκονναίων ὀνυμάξεαιἐπιφανέστερονἙλλάδι πυθέσθαι;πάσαισι γὰρ πολίεσι λόγος ὁμιλεῖἘρεχθέος ἀστῶν, Ἄπολλον, οἳ τεόν γε δόμονΠυθῶνι δίᾳθαητὸν ἔτευξαν.ἄγοντι δέ με πέντε μὲν Ἰσθμοῖνῖκαι, μία δʼ ἐκπρεπὴςΔιὸς Ὀλυμπιάς,δύο δʼ ἀπὸ Κίρρας,ὦ Μεγάκλεες, ὑμαί τε καὶ προγόνων.νέα δʼ εὐπραγίᾳ χαίρω τι· τὸ δʼ ἄχνυμαι,φθόνον ἀμειβόμενον τὰ καλὰ ἔργα.φαντί γε μὰν οὕτω κεν ἀνδρὶ παρμονίμανθάλλοισαν εὐδαιμονίαντὰ καὶ τὰ φέρεσθαι.