ἀκούσατʼ· ἦ γὰρ ἑλικώπιδος Ἀφροδίταςἄρουραν ἢ Χαρίτωνἀναπολίζομεν, ὀμφαλὸν ἐριβρόμουχθονὸς ἐς νάϊον προσοιχόμενοι·Πυθιόνικος ἔνθʼ ὀλβίοισιν Ἐμμενίδαιςποταμίᾳ τʼ Ἀκράγαντι καὶ μὰν Ξενοκράτειἑτοῖμος ὕμνωνθησαυρὸς ἐν πολυχρύσῳἈπολλωνίᾳ τετείχισται νάπᾳ·τὸν οὔτε χειμέριος ὄμβρος ἐπακτὸς ἐλθών,ἐριβρόμου νεφέλαςστρατὸς ἀμείλιχος, οὔτʼ ἄνεμος ἐς μυχοὺςἁλὸς ἄξοισι παμφόρῳ χεράδειτυπτόμενον. φάει δὲ πρόσωπον ἐν καθαρῷπατρὶ τεῷ, Θρασύβουλε, κοινάν τε γενεᾷλόγοισι θνατῶνεὔδοξον ἅρματι νίκανΚρισαίαισιν ἐν πτυχαῖς ἀπαγγελεῖ.σύ τοι σχεθών νιν ἐπιδέξια χειρός, ὀρθὰνἄγεις ἐφημοσύναν,τά ποτʼ ἐν οὔρεσι φαντὶ μεγαλοσθενεῖΦιλύρας υἱὸν ὀρφανιζομένῲΠηλεΐδᾳ παραινεῖν· μάλιστα μὲν Κρονίδαν,βαρυόπαν στεροπᾶν κεραυνῶν τε πρύτανιν,θεῶν σέβεσθαι·ταύτας δὲ μή ποτε τιμᾶςἀμείρειν γονέων βίον πεπρωμένον.ἔγεντο καὶ πρότερον Ἀντίλοχος βιατὰςνόημα τοῦτο φέρων,ὃς ὑπερέφθιτο πατρός, ἐναρίμβροτονἀναμείναις στράταρχον ΑἰθιόπωνΜέμνονα. Νεστόρειον γὰρ ἵππος ἅρμʼ ἐπέδαΠάριος ἐκ βελέων δαϊχθείς· ὁ δʼ ἔφεπενκραταιὸν ἔγχος·Μεσσανίου δὲ γέροντοςδονηθεῖσα φρὴν βόασε παῖδα ὅν·χαμαιπετὲς δʼ ἄρʼ ἔπος οὐκ ἀπέριψεν· αὐτοῦμένων δʼ ὁ θεῖος ἀνὴρπρίατο μὲν θανάτοιο κομιδὰν πατρός,ἐδόκησέν τε τῶν πάλαι γενεᾷ