Κυράνας ἀγακτιμέναν πόλιν·ἔχοντι τὰν χαλκοχάρμαι ξένοιΤρῶες Ἀντανορίδαι. σὺν Ἑλένᾳ γὰρ μόλον,καπνωθεῖσαν πάτραν ἐπεὶ ἴδονἐν Ἄρει. τὸ δʼ ἐλάσιππον ἔθνος ἐνδυκέωςδέκονται θυσίαισιν ἄνδρες οἰχνέοντές σφε δωροφόροι,τοὺς Ἀριστοτέλης ἄγαγε, ναυσὶ θοαῖςἁλὸς βαθεῖαν κέλευθον ἀνοίγων.κτίσεν δʼ ἄλσεα μείζονα θεῶν,εὐθύτομόν τε κατέθηκεν Ἀπολλωνίαιςἀλεξιμβρότοις πεδιάδα πομπαῖςἔμμεν ἱππόκροτονσκυρωτὰν ὁδόν, ἔνθα πρυμνοῖς ἀγορᾶς ἔπι δίχα κεῖται θανών.μάκαρ μὲν ἀνδρῶν μέταἔναιεν, ἥρως δʼ ἔπειτα λαοσεβής.ἄτερθε δὲ πρὸ δωμάτων ἕτεροι λαχόντες Ἀΐδανβασιλέες ἱεροὶἐντί, μεγάλαν δʼ ἀρετὰνδρόσῳ μαλθακᾷῥανθεῖσαν κώμων ὑπὸ χεύμασιν,ἀκούοντί που χθονίᾳ φρενί,σφὸν ὄλβον υἱῷ τε κοινὰν χάρινἔνδικόν τʼ Ἀρκεσίλᾳ. τὸν ἐν ἀοιδᾷ νέωνπρέπει χρυς άο ρα Φοῖβον ἀπύειν,ἔχοντα Πυθωνόθεντὸ καλλίνικον λυτήριον δαπανᾶνμέλος χαρίεν. ἄνδρα κεῖνον ἐπαινέοντι συνετοί.λεγόμενον ἐρέω·κρέσσονα μὲν ἁλικίαςνόον φέρβεταιγλῶσσάν τε· θάρσος δὲ τανύπτεροςἐν ὄρνιξιν αἰετὸς ἔπλετο·ἀγωνίας δʼ, ἕρκος οἷον, σθένος·ἔν τε Μοίσαισι ποτανὸς ἀπὸ ματρὸς φίλας,πέφανταί θʼ ἁρματηλάτας σοφός·ὅσαι τʼ εἰσὶν ἐπιχωρίων καλῶν ἔσοδοι,τετόλμακε. θεός τέ οἱ τὸ νῦν τε πρόφρων τελεῖ δύνασιν,καὶ τὸ λοιπὸν ὁμοῖα , Κρονίδαι μάκαρες,διδοῖτʼ ἐπʼ ἔργοισιν ἀμφί τε βουλαῖςἔχειν, μὴ φθινοπωρὶς ἀνέμων