Κρῆτες ὃν τοξοφόροι τέγεϊ Παρνασσίῳκαθέσσαντο μονόδροπον φυτόν.ἑκόντι τοίνυν πρέπεινόῳ τὸν εὐεργέταν ὑπαντιάσαι.Ἀλεξιβιάδα, σὲ δʼ ἠΰκομοι φλέγοντι Χάριτες.μακάριος, ὃς ἔχειςκαὶ πεδὰ μέγαν κάματονλόγων φερτάτωνμναμήϊʼ· ἐν τεσσαράκοντα γὰρπετόντεσσιν ἁνιόχοις ὅλονδίφρον κομίξαις ἀταρβεῖ φρενί,ἦλθες ἤδη Λιβύας πεδίον ἐξ ἀγλαῶνἀέθλων καὶ πατρωΐαν πόλιν.πόνων δʼ οὔ τις ἀπόκλαρός ἐστιν οὔτʼ ἔσεται·ὁ Βάττου δʼ ἕπεται παλαιὸς ὄλβος ἔμπαν τὰ καὶ τὰ νέμων,πύργος ἄστεος ὄμμα τε φαεννότατονξένοισι. κεῖνόν γε καὶ βαρύκομποιλέοντες περὶ δείματι φύγον,γλῶσσαν ἐπεί σφιν ἀπένεικεν ὑπερποντίαν·ὁ δʼ ἀρχαγέτας ἔδωκʼ Ἀπόλλωνθῆρας αἰνῷ φόβῳ,ὄφρα μὴ ταμίᾳ Κυράνας ἀτελὴς γένοιτο μαντεύμασιν.ὃ καὶ βαρειᾶν νόσωνἀκέσματʼ ἄνδρεσσι καὶ γυναιξὶ νέμει,πόρεν τε κίθαριν, δίδωσί τε Μοῖσαν οἷς ἂν ἐθέλῃ,ἀπόλεμον ἀγαγὼνἐς πραπίδας εὐνομίαν,μυχόν τʼ ἀμφέπειμαντήϊον· τῷ καὶ Λακεδαίμονιἐν Ἄργει τε καὶ ζαθέᾳ Πύλῳἔνασσεν ἀλκ άε ντας Ἡρακλέοςἐκγόνους Αἰγιμιοῦ τε. τὸ δʼ ἐμὸν γαρύεινἀπὸ Σπάρτας ἐπήρατον κλέος·ὅθεν γεγενναμένοιἵκοντο Θήρανδε φῶτες Αἰγεΐδαι,ἐμοὶ πατέρες, οὐ θεῶν ἄτερ, ἀλλὰ μοῖρά τις ἄγεν·πολύθυτον ἔρανονἔνθεν ἀναδεξάμενοι,Ἄπολλον, τεᾷ,Καρνήϊʼ, ἐν δαιτὶ σεβίζομεν