ὁ πλοῦτος εὐρυσθενής,ὅταν τις ἀρετᾷ κεκραμένον καθαρᾷβροτήσιος ἀνὴρ πότμου παραδόντος, αὐτὸν ἀνάγῃπολύφιλον ἑπέταν.ὦ θεόμορʼ Ἀρκεσίλα,σύ τοί νιν κλυτᾶςαἰῶνος ἀκρᾶν βαθμίδων ἄποσὺν εὐδοξίᾳ μετανίσεαιἕκατι χρυσαρμάτου Κάστορος·εὐδίαν ὃς μετὰ χειμέριον ὄμβρον τεὰνκαταιθύσσει μάκαιραν ἑστίαν.σοφοὶ δέ τοι κάλλιονφέροντι καὶ τὰν θεόσδοτον δύναμιν.σὲ δʼ ἐρχόμενον ἐν δίκᾳ πολὺς ὄλβος ἀμφινέμεται·τὸ μέν, ὅτι βασιλεὺςἐσσὶ μεγαλᾶν πολίων,ἔχει συγγενὴςὀφθαλμὸς αἰδοιότατον γέραςτεᾷ τοῦτο μιγνύμενον φρενί·μάκαρ δὲ καὶ νῦν, κλεεννᾶς ὅτιεὖχος ἤδη παρὰ Πυθιάδος ἵπποις ἑλὼνδέδεξαι τόνδε κῶμον ἀνέρων,Ἀπολλώνιον ἄθυρμα. τῷ σε μὴ λαθέτωΚυράνας γλυκὺν ἀμφὶ κᾶπον Ἀφροδίτας ἀειδόμενον,παντὶ μὲν θεὸν αἴτιον ὑπερτιθέμεν·φιλεῖν δὲ Κάρρωτον ἔξοχʼ ἑταίρων·ὃς οὐ τὰν Ἐπιμαθέος ἄγωνὀψινόου θυγατέρα Πρόφασιν, Βαττιδᾶνἀφίκετο δόμους θεμισκρεόντων·ἀλλʼ ἀρισθάρματονὕδατι Κασταλίας ξενωθεὶς γέρας ἀμφέβαλε τεαῖσιν κόμαις,ἀκηράτοις ἁνίαιςποδαρκέων δωδεκάδρομον τέμενος.κατέκλασε γὰρ ἐντέων σθένος οὐδέν· ἀλλὰ κρέμαται,ὁπόσα χεριαρᾶντεκτόνων δαίδαλʼ ἄγωνΚρισαῖον λόφονἄμειψεν ἐν κοιλόπεδον νάποςθεοῦ· τό σφʼ ἔχει κυπαρίσσινονμέλαθρον ἀμφʼ ἀνδριάντι σχεδόν,