ἀμφὶ δὲ παρδαλέᾳ στέγετο φρίσσοντας ὄμβρους·οὐδὲ κομᾶν πλόκαμοι κερθέντες ᾤχοντʼ ἀγλαοί,ἀλλʼ ἅπαν νῶτον καταίθυσσον. τάχα δʼ εὐθὺς ἰὼν σφετέραςἐστάθη γνώμας ἀταρμύκτοιο πειρώμενοςἐν ἀγορᾷ πλήθοντος ὄχλου.τὸν μὲν οὐ γίγνωσκον· ὀπιζομένων δʼ ἔμπας τις εἶπεν καὶ τόδε·οὔτι που οὗτος Ἀπόλλων, οὐδὲ μὰν χαλκάρματός ἐστι πόσιςἈφροδίτας· ἐν δὲ Νάξῳ φαντὶ θανεῖν λιπαρᾷἸφιμεδείας παῖδας, Ὦτον καὶ σέ, τολμάεις Ἐφιάλτα ἄναξ.καὶ μὰν Τιτυὸν βέλος Ἀρτέμιδος θήρευσε κραιπνόνἐξ ἀνικάτου φαρέτρας ὀρνύμενον,ὄφρα τις τᾶν ἐν δυνατῷ φιλοτάτων ἐπιψαύειν ἔραται.τοὶ μὲν ἀλλάλοισιν ἀμειβόμενοιγάρυον τοιαῦτʼ· ἀνὰ δʼ ἡμιόνοις ξεστᾷ τʼ ἀπήνᾳ προτροπάδαν Πελίαςἵκετο σπεύδων· τάφε δʼ αὐτίκα παπτάναις ἀρίγνωτον πέδιλονδεξιτερῷ μόνον ἀμφὶ ποδί. κλέπτων δὲ θυμῷδεῖμα προσέννεπε· ποίαν γαῖαν, ὦ ξεῖνʼ, εὔχεαιπατρίδʼ ἔμμεν; καὶ τίς ἀνθρώπων σε χαμαιγενέων πολιᾶςἐξανῆκεν γαστρός; ἐχθίστοισι μὴ ψεύδεσινκαταμιάναις εἰπὲ γένναν.τὸν δὲ θαρσήσαις ἀγανοῖσι λόγοιςὧδʼ ἀμείφθη· φαμὶ διδασκαλίαν Χείρωνος οἴσειν. ἀντρόθε γὰρ νέομαιπὰρ Χαρικλοῦς καὶ Φιλύρας, ἵνα Κενταύρου με κοῦραι θρέψαν ἁγναί.εἴκοσι δʼ ἐκτελέσαις ἐνιαυτοὺς οὔτε ἔργονοὔτʼ ἔπος ἐντράπελον κείνοισιν εἰπὼν ἱκόμανοἴκαδʼ, ἀρχαίαν κομίζων πατρὸς ἐμοῦ βασιλευομένανοὐ κατʼ αἶσαν, τάν ποτε Ζεὺς ὤπασεν λαγέτᾳΑἰόλῳ καὶ παισί, τιμάν.πεύθομαι γάρ νιν Πελίαν ἄθεμιν λευκαῖς πιθήσαντα φρασὶνἁμετέρων ἀποσυλᾶσαι βιαίως ἀρχεδικᾶν τοκέων·τοί μʼ, ἐπεὶ πάμπρωτον εἶδον φέγγος, ὑπερφιάλουἁγεμόνος δείσαντες ὕβριν, κᾶδος ὡσείτε φθιμένου δνοφερὸνἐν δώμασι θηκάμενοι, μίγα κωκυτῷ γυναικῶνκρύβδα πέμπον σπαργάνοις ἐν πορφυρέοις,νυκτὶ κοινάσαντες ὁδόν, Κρονίδᾳ δὲ τράφεν Χείρωνι δῶκαν.ἀλλὰ τούτων μὲν κεφάλαια λόγωνἴστε. λευκίππων δὲ δόμους πατέρων, κεδνοὶ πολῖται, φράσσατέ μοι σαφέως·Αἴσονος γὰρ παῖς ἐπιχώριος οὐ ξείναν ἱκάνω γαῖαν ἄλλων.Φὴρ δέ με θεῖος Ἰάσονα κικλήσκων προσηύδα.ὣς φάτο. τὸν μὲν ἐσελθόντʼ ἔγνον ὀφθαλμοὶ πατρός.