λυσιπόνοις θεραπόντεσσιν φυλάξαι· τῶν δʼ ἐλάθοντο φρένες·καί νυν ἐν τᾷδʼ ἄφθιτον νάσῳ κέχυται Λιβύαςεὐρυχόρου σπέρμα πρὶν ὥρας· εἰ γὰρ οἴκοι νιν βάλε πὰρ χθόνιονἌιδα στόμα, Ταίναρον εἰς ἱερὰν Εὔφαμος ἐλθών,υἱὸς ἱππάρχου Ποσειδάωνος ἄναξ,τόν ποτʼ Εὐρώπα Τιτυοῦ θυγάτηρ τίκτε Καφισοῦ παρʼ ὄχθαις·τετράτων παίδων κʼ ἐπιγινομένωναἷμά οἱ κείναν λάβε σὺν Δαναοῖς εὐρεῖαν ἄπειρον. τότε γὰρ μεγάλαςἐξανίστανται Λακεδαίμονος Ἀργείου τε κόλπου καὶ Μυκηνᾶν.νῦν γε μὲν ἀλλοδαπᾶν κριτὸν εὑρήσει γυναικῶνἐν λέχεσιν γένος, οἵ κεν τάνδε σὺν τιμᾷ θεῶννᾶσον ἐλθόντες τέκωνται φῶτα κελαινεφέων πεδίωνδεσπόταν· τὸν μὲν πολυχρύσῳ ποτʼ ἐν δώματιΦοῖβος ἀμνάσει θέμισσινΠύθιον ναὸν καταβάντα χρόνῳὑστέρῳ, νάεσσι πολεῖς ἀγαγὲν Νείλοιο πρὸς πῖον τέμενος Κρονίδα.ἦ ῥα Μηδείας ἐπέων στίχες. ἔπταξαν δʼ ἀκίνητοι σιωπᾷἥρωες ἀντίθεοι πυκινὰν μῆτιν κλύοντες.ὦ μάκαρ υἱὲ Πολυμνάστου, σὲ δʼ ἐν τούτῳ λόγῳχρησμὸς ὤρθωσεν μελίσσας Δελφίδος αὐτομάτῳ κελάδῳ·ἅ σε χαίρειν ἐς τρὶς αὐδάσαισα πεπρωμένονβασιλέʼ ἄμφανεν Κυράνᾳ,δυσθρόου φωνᾶς ἀνακρινόμενον ποινὰ τίς ἔσται πρὸς θεῶν.ἦ μάλα δὴ μετὰ καὶ νῦν, ὥστε φοινικανθέμου ἦρος ἀκμᾷ,παισὶ τούτοις ὄγδοον θάλλει μέρος Ἀρκεσίλας·τῷ μὲν Ἀπόλλων ἅ τε Πυθὼ κῦδος ἐξ ἀμφικτιόνων ἔπορενἱπποδρομίας. ἀπὸ δʼ αὐτὸν ἐγὼ Μοίσαισι δώσωκαὶ τὸ πάγχρυσον νάκος κριοῦ· μετὰ γὰρκεῖνο πλευσάντων Μινυᾶν, θεόπομποί σφισιν τιμαὶ φύτευθεν.τίς γὰρ ἀρχὰ δέξατο ναυτιλίας;τίς δὲ κίνδυνος κρατεροῖς ἀδάμαντος δῆσεν ἅλοις; θέσφατον ἦν Πελίανἐξ ἀγαυῶν Αἰολιδᾶν θανέμεν χείρεσσιν ἢ βουλαῖς ἀκάμπτοις.ἦλθε δέ οἱ κρυόεν πυκινῷ μάντευμα θυμῷ,πὰρ μέσον ὀμφαλὸν εὐδένδροιο ῥηθὲν ματέρος·τὸν μονοκρήπιδα πάντως ἐν φυλακᾷ σχεθέμεν μεγάλᾳ,εὖτʼ ἂν αἰπεινῶν ἀπὸ σταθμῶν ἐς εὐδείελονχθόνα μόλῃ κλειτᾶς Ἰωλκοῦ,ξεῖνος αἴτʼ ὦν ἀστός. ὁ δʼ ἆρα χρόνῳἵκετʼ αἰχμαῖσιν διδύμαισιν ἀνὴρ ἔκπαγλος· ἐσθὰς δʼ ἀμφοτέρα νιν ἔχεν,ἅ τε Μαγνήτων ἐπιχώριος ἁρμόζοισα θαητοῖσι γυίοις,