ἀγαπάζοντʼ. αὐτίκα δʼ Ἀελίου θαυμαστὸς υἱὸς δέρμα λαμπρὸνἔννεπεν, ἔνθα νιν ἐκτάνυσαν Φρίξου μάχαιραι·ἤλπετο δʼ οὐκέτι οἱ κεῖνόν γε πράξεσθαι πόνον.κεῖτο γὰρ λόχμᾳ, δράκοντος δʼ εἴχετο λαβροτατᾶν γενύων,ὃς πάχει μάκει τε πεντηκόντορον ναῦν κράτει,τέλεσαν ἃν πλαγαὶ σιδάρου.μακρά μοι νεῖσθαι κατʼ ἀμαξιτόν· ὥρα γὰρ συνάπτει· καί τιναοἶμον ἴσαμι βραχύν· πολλοῖσι δʼ ἅγημαι σοφίας ἑτέροις.κτεῖνε μὲν γλαυκῶπα τέχναις ποικιλόνωτον ὄφιν,ὦ Ἀρκεσίλα, κλέψεν τε Μήδειαν σὺν αὐτᾷ, τὰν Πελίαο φόνον·ἔν τʼ Ὠκεανοῦ πελάγεσσι μίγεν πόντῳ τʼ ἐρυθρῷΛαμνιᾶν τʼ ἔθνει γυναικῶν ἀνδροφόνων·ἔνθα καὶ γυίων ἀέθλοις ἐπέδειξαν κρίσιν ἐσθᾶτος ἀμφίς,καὶ συνεύνασθεν. καὶ ἐν ἀλλοδαπαῖςσπέρμʼ ἀρούραις τουτάκις ὑμετέρας ἀκτῖνος ὄλβου δέξατο μοιρίδιονἆμαρ ἢ νύκτες. τόθι γὰρ γένος Εὐφάμου φυτευθὲν λοιπὸν αἰεὶτέλλετο· καὶ Λακεδαιμονίων μιχθέντες ἀνδρῶνἤθεσι τάν ποτε Καλλίσταν ἀπῴκησαν χρόνῳνᾶσον· ἔνθεν δʼ ὔμμι Λατοίδας ἔπορεν Λιβύας πεδίονσὺν θεῶν τιμαῖς ὀφέλλειν, ἄστυ χρυσοθρόνουδιανέμειν θεῖον Κυράναςὀρθόβουλον μῆτιν ἐφευρομένοις.γνῶθι νῦν τὰν Οἰδιπόδα σοφίαν. εἰ γάρ τις ὄζους ὀξυτόμῳ πελέκειἐξερείψειεν μεγάλας δρυός, αἰσχύνοι δέ οἱ θαητὸν εἶδος·καὶ φθινόκαρπος ἐοῖσα διδοῖ ψᾶφον περʼ αὐτᾶς,εἴ ποτε χειμέριον πῦρ ἐξίκηται λοίσθιον·ἢ σὺν ὀρθαῖς κιόνεσσιν δεσποσύναισιν ἐρειδομέναμόχθον ἄλλοις ἀμφέπει δύστανον ἐν τείχεσιν,ἑὸν ἐρημώσαισα χῶρον.ἐσσὶ δʼ ἰατὴρ ἐπικαιρότατος, Παιάν τέ σοι τιμᾷ φάος·χρὴ μαλακὰν χέρα προσβάλλοντα τρώμαν ἕλκεος ἀμφιπολεῖν.ῥᾴδιον μὲν γὰρ πόλιν σεῖσαι καὶ ἀφαυροτέροις·ἀλλʼ ἐπὶ χώρας αὖτις ἕσσαι δυσπαλὲς δὴ γίγνεται, ἐξαπίναςεἰ μὴ θεὸς ἁγεμόνεσσι κυβερνατὴρ γένηται.τὶν δὲ τούτων ἐξυφαίνονται χάριτες.τλᾶθι τᾶς εὐδαίμονος ἀμφὶ Κυράνας θέμεν σπουδὰν ἅπασαν.τῶν δʼ Ὁμήρου καὶ τόδε συνθέμενοςῥῆμα πόρσυνʼ· ἄγγελον ἐσλὸν ἔφα τιμὰν μεγίσταν πράγματι παντὶ φέρειν·αὔξεται καὶ Μοῖσα διʼ ἀγγελίας ὀρθᾶς. ἐπέγνω μὲν Κυράνακαὶ τὸ κλεεννότατον μέγαρον Βάττου δικαιᾶν