ἐμβαλεῖν κώπαισι τερασκόπος ἁδείας ἐνίπτων ἐλπίδας·εἰρεσία δʼ ὑπεχώρησεν ταχειᾶν ἐκ παλαμᾶν ἄκορος.σὺν Νότου δʼ αὔραις ἐπʼ Ἀξείνου στόμα πεμπόμενοιἤλυθον· ἔνθʼ ἁγνὸν Ποσειδάωνος ἕσσαντʼ εἰναλίου τέμενος,φοίνισσα δὲ Θρηϊκίων ἀγέλα ταύρων ὑπᾶρχενκαὶ νεόκτιστον λίθων βωμοῖο θέναρ.ἐς δὲ κίνδυνον βαθὺν ἱέμενοι δεσπόταν λίσσοντο ναῶν,συνδρόμων κινηθμὸν ἀμαιμάκετονἐκφυγεῖν πετρᾶν. δίδυμαι γὰρ ἔσαν ζωαί, κυλινδέσκοντό τε κραιπνότεραιἢ βαρυγδούπων ἀνέμων στίχες· ἀλλʼ ἤδη τελευτὰν κεῖνος αὐταῖςἡμιθέων πλόος ἄγαγεν. ἐς Φᾶσιν δʼ ἔπειτενἤλυθον· ἔνθα κελαινώπεσσι Κόλχοισιν βίανμῖξαν Αἰήτᾳ παρʼ αὐτῷ. πότνια δʼ ὀξυτάτων βελέωνποικίλαν ἴϋγγα τετράκναμον Οὐλυμπόθενἐν ἀλύτῳ ζεύξαισα κύκλῳμαινάδʼ ὄρνιν Κυπρογένεια φέρενπρῶτον ἀνθρώποισι, λιτάς τʼ ἐπαοιδὰς ἐκδιδάσκησεν σοφὸν Αἰσονίδαν·ὄφρα Μηδείας τοκέων ἀφέλοιτʼ αἰδῶ, ποθεινὰ δʼ Ἑλλὰς αὐτὰνἐν φρασὶ καιομέναν δονέοι μάστιγι Πειθοῦς.καὶ τάχα πείρατʼ ἀέθλων δείκνυεν πατρωΐων·σὺν δʼ ἐλαίῳ φαρμακώσαισʼ ἀντίτομα στερεᾶν ὀδυνᾶνδῶκε χρίεσθαι. καταίνησαν τε κοινὸν γάμονγλυκὺν ἐν ἀλλάλοισι μῖξαι.ἀλλʼ ὅτʼ Αἰήτας ἀδαμάντινον ἐν μέσσοις ἄροτρον σκίμψατοκαὶ βόας, οἳ φλόγʼ ἀπὸ ξανθᾶν γεν ύω ν πν έο ν καιομένοιο πυρός,χαλκέαις δʼ ὁπλαῖς ἀράσσεσκον χθόνʼ ἀμειβόμενοι,τοὺς ἀγαγὼν ζεύγλᾳ πέλασσεν μοῦνος. ὀρθὰς δʼ αὔλακας ἐντανύσαιςἤλαυνʼ, ἀνὰ βωλακίας δʼ ὀρόγυιαν σχίζε νῶτονγᾶς. ἔειπεν δʼ ὧδε· τοῦτʼ ἔργον βασιλεύς,ὅστις ἄρχει ναός, ἐμοὶ τελέσαις ἄφθιτον στρωμνὰν ἀγέσθω,κῶας αἰγλᾶεν χρυσέῳ θυσάνῳ.ὣς ἄρʼ αὐδάσαντος ἀπὸ κροκόεν ῥίψαις Ἰάσων εἷμα θεῷ πίσυνοςεἴχετʼ ἔργου· πῦρ δέ νιν οὐκ ἐόλει παμφαρμάκου ξείνας ἐφετμαῖς.σπασσάμενος δʼ ἄροτρον, βοέους δήσαις ἀνάγκαςἔντεσιν αὐχένας ἐμβάλλων τʼ ἐριπλεύρῳ φυᾷκέντρον αἰανὲς βιατὰς ἐξεπόνησʼ ἐπιτακτὸν ἀνὴρμέτρον. ἴϋξεν δʼ ἀφωνήτῳ περ ἔμπας ἄχειδύνασιν Αἰήτας ἀγασθείς.πρὸς δʼ ἑταῖροι καρτερὸν ἄνδρα φίλαςὤρεγον χεῖρας, στεφάνοισί τέ νιν ποίας ἔρεπτον, μειλιχίοις τε λόγοις