δέρμα τε κριοῦ βαθύμαλλον ἄγειν, τῷ ποτʼ ἐκ πόντου σαώθηἔκ τε ματρυιᾶς ἀθέων βελέων.ταῦτά μοι θαυμαστὸς ὄνειρος ἰὼν φωνεῖ. μεμάντευμαι δʼ ἐπὶ Κασταλίᾳ,εἰ μετάλλατόν τι. καὶ ὡς τάχος ὀτρύνει με τεύχειν ναὶ πομπάν.τοῦτον ἄεθλον ἑκὼν τέλεσον· καί τοι μοναρχεῖνκαὶ βασιλευέμεν ὄμνυμι προήσειν. καρτερὸςὅρκος ἄμμιν μάρτυς ἔστω Ζεὺς ὁ γενέθλιος ἀμφοτέροις.σύνθεσιν ταύταν ἐπαινήσαντες οἱ μὲν κρίθεν·ἀτὰρ Ἰάσων αὐτὸς ἤδηὤρνυεν κάρυκας ἐόντα πλόονφαινέμεν παντᾷ. τάχα δὲ Κρονίδαο Ζηνὸς υἱοὶ τρεῖς ἀκαμαντομάχαιἦλθον Ἀλκμήνας θʼ ἑλικοβλεφάρου Λήδας τε, δοιοὶ δʼ ὑψιχαῖταιἀνέρες, Ἐννοσίδα γένος, αἰδεσθέντες ἀλκάν,ἔκ τε Πύλου καὶ ἀπʼ ἄκρας Ταινάρου· τῶν μὲν κλέοςἐσλὸν Εὐφάμου τʼ ἐκράνθη σόν τε, Περικλύμενʼ εὐρυβία.ἐξ Ἀπόλλωνος δὲ φορμικτὰς ἀοιδᾶν πατὴρἔμολεν, εὐαίνητος, Ὀρφεύς.πέμπε δʼ Ἑρμᾶς χρυσόραπις διδύμους υἱοὺς ἐπʼ ἄτρυτον πόνον,τὸν μὲν Ἐχίονα, κεχλάδοντας ἥβᾳ, τὸν δʼ Ἔρυτον. ταχέεςἀμφὶ Παγγαίου θεμέθλοις ναιετάοντες ἔβαν·καὶ γὰρ ἑκὼν θυμῷ γελανεῖ θᾶσσον ἔντυνεν βασιλεὺς ἀνέμωνΖήταν Κάλαΐν τε πατὴρ Βορέας, ἄνδρας πτεροῖσιννῶτα πεφρίκοντας ἄμφω πορφυρέοις.τὸν δὲ παμπειθῆ γλυκὺν ἡμιθέοισιν πόθον ἔνδαιεν Ἥραναὸς Ἀργοῦς, μή τινα λειπόμενοντὰν ἀκίνδυνον παρὰ ματρὶ μένειν αἰῶνα πέσσοντʼ, ἀλλʼ ἐπὶ καὶ θανάτῳφάρμακον κάλλιστον ἑᾶς ἀρετᾶς ἅλιξιν εὑρέσθαι σὺν ἄλλοις.ἐς δʼ Ἰαωλκὸν ἐπεὶ κατέβα ναυτᾶν ἄωτος,λέξατο πάντας ἐπαινήσαις Ἰάσων. καί ῥά οἱμάντις ὀρνίχεσσι καὶ κλάροισι θεοπροπέων ἱεροῖςΜόψος ἄμβασε στρατὸν πρόφρων. ἐπεὶ δʼ ἐμβόλουκρέμασαν ἀγκύρας ὕπερθεν,χρυσέαν χείρεσσι λαβὼν φιάλανἀρχὸς ἐν πρύμνᾳ πατέρʼ Οὐρανιδᾶν ἐγχεικέραυνον Ζῆνα, καὶ ὠκυπόρουςκυμάτων ῥιπὰς ἀνέμων τʼ ἐκάλει, νύκτας τε καὶ πόντου κελεύθουςἄματά τʼ εὔφρονα καὶ φιλίαν νόστοιο μοῖραν·ἐκ νεφέων δέ οἱ ἀντάϋσε βροντᾶς αἴσιονφθέγμα· λαμπραὶ δʼ ἦλθον ἀκτῖνες στεροπᾶς ἀπορηγνύμεναι·ἀμπνοὰν δʼ ἥρωες ἔστασαν θεοῦ σάμασινπιθόμενοι· κάρυξε δʼ αὐτοῖς