ἐκ δʼ ἄρʼ αὐτοῦ πομφόλυξαν δάκρυα γηραλέων γλεφάρων,ἃν περὶ ψυχὰν ἐπεὶ γάθησεν ἐξαίρετονγόνον ἰδὼν κάλλιστον ἀνδρῶν.καὶ κασίγνητοί σφισιν ἀμφότεροιἤλυθον κείνου γε κατὰ κλέος· ἐγγὺς μὲν Φέρης κράναν Υπερῇδα λιπών,ἐκ δὲ Μεσσάνας Ἀμυθάν· ταχέως δʼ Ἄδματος ἷκεν καὶ Μέλαμπος,εὐμενέοντες ἀνεψιόν. ἐν δαιτὸς δὲ μοίρᾳμειλιχίοισι λόγοις αὐτοὺς Ἰάσων δέγμενος,ξείνιʼ ἁρμόζοντα τεύχων, πᾶσαν ἐυφροσύναν τάνυεν,ἀθρόαις πέντε δραπὼν νύκτεσσιν ἔν θʼ ἁμέραιςἱερὸν εὐζοίας ἄωτον.ἀλλʼ ἐν ἕκτᾳ πάντα, λόγον θέμενος σπουδαῖον, ἐξ ἀρχᾶς ἀνὴρσυγγενέσιν παρεκοινᾶθʼ· οἱ δʼ ἐπέσποντʼ· αἶψα δʼ ἀπὸ κλισιᾶνὦρτο σὺν κείνοισι. καί ῥʼ ἦλθον Πελία μέγαρον·ἐσσύμενοι δʼ εἴσω κατέσταν. τῶν δʼ ἀκούσαις αὐτὸς ὑπαντίασενΤυροῦς ἐρασιπλοκάμου γενεά· πραῢν δʼ Ἰάσωνμαλθακᾷ φωνᾷ ποτιστάζων ὄαρονβάλλετο κρηπῖδα σοφῶν ἐπέων· παῖ Ποσειδᾶνος Πετραίου,ἐντὶ μὲν θνατῶν φρένες ὠκύτεραικέρδος αἰνῆσαι πρὸ δίκας δόλιον, τραχεῖαν ἑρπόντων πρὸς ἔπιβδαν ὅμως·ἀλλʼ ἐμὲ χρὴ καὶ σὲ θεμισσαμένους ὀργὰς ὑφαίνειν λοιπὸν ὄλβον.εἰδότι τοι ἐρέω· μία βοῦς Κρηθεῖ τε μάτηρκαὶ θρασυμήδεϊ Σαλμωνεῖ· τρίταισιν δʼ ἐν γοναῖςἄμμες αὖ κείνων φυτευθέντες σθένος ἀελίου χρύσεονλεύσσομεν. Μοῖραι δʼ ἀφίσταντʼ, εἴ τις ἔχθρα πέλειὁμογόνοις, αἰδῶ καλύψαι.οὐ πρέπει νῷν χαλκοτόροις ξίφεσινοὐδʼ ἀκόντεσσιν μεγάλαν προγόνων τιμὰν δάσασθαι. μῆλά τε γάρ τοι ἐγὼκαὶ βοῶν ξανθὰς ἀγέλας ἀφίημʼ ἀγρούς τε πάντας, τοὺς ἀπούραιςἁμετέρων τοκέων νέμεαι, πλοῦτον πιαίνων·κοὔ με πονεῖ τεὸν οἶκον ταῦτα πορσύνοντʼ ἄγαν·ἀλλὰ καὶ σκᾶπτον μόναρχον καὶ θρόνος, ᾧ ποτε Κρηθεΐδαςἐγκαθίζων ἱππόταις εὔθυνε λαοῖς δίκας,τὰ μὲν ἄνευ ξυνᾶς ἀνίαςλῦσον ἄμμιν, μή τι νεώτερον ἐξ αὐτῶν ἀναστάῃ κακόν.ὣς ἄρʼ ἔειπεν. ἀκᾷ δʼ ἀνταγόρευσεν καὶ Πελίας· ἔσομαιτοῖος· ἀλλʼ ἤδη με γηραιὸν μέρος ἁλικίαςἀμφιπολεῖ· σὸν δʼ ἄνθος ἥβας ἄρτι κυμαίνει· δύνασαι δʼ ἀφελεῖνμᾶνιν χθονίων. κέλεται γὰρ ἑὰν ψυχὰν κομίξαιΦρίξος ἐλθόντας πρὸς Αἰήτα θαλάμους,