σάμερον μὲν χρή σε παρʼ ἀνδρὶ φίλῳστᾶμεν, εὐΐππου βασιλῆϊ Κυράνας, ὄφρα κωμάζοντι σὺν Ἀρκεσίλᾳ,Μοῖσα, Λατοίδαισιν ὀφειλόμενον Πυθῶνί τʼ αὔξῃς οὖρον ὕμνων,ἔνθα ποτὲ χρυσέων Διὸς αἰητῶν πάρεδρος,οὐκ ἀποδάμου Ἀπόλλωνος τυχόντος, ἱέ ρεαχρῆσεν οἰκιστῆρα Βάττον καρποφόρου Λιβύας, ἱερὰννᾶσον ὡς ἤδη λιπὼν κτίσσειεν εὐάρματονπόλιν ἐν ἀργενν όε ντι μαστῷ,καὶ τὸ Μηδείας ἔπος ἀγκομίσαιἑβδόμᾳ καὶ σὺν δεκάτᾳ γενεᾷ Θήραιον, Αἰήτα τό ποτε ζαμενὴςπαῖς ἀπέπνευσʼ ἀθανάτου στόματος, δέσποινα Κόλχων. εἶπε δʼ οὕτωςἡμιθέοισιν Ἰάσονος αἰχματᾶο ναύταις·κέκλυτε, παῖδες ὑπερθύμων τε φωτῶν καὶ θεῶν·φαμὶ γὰρ τᾶσδʼ ἐξ ἁλιπλάκτου ποτὲ γᾶς Ἐπάφοιο κόρανἀστέων ῥίζαν φυτεύσεσθαι μελησιμβρότωνΔιὸς ἐν Ἄμμωνος θεμέθλοις.ἀντὶ δελφίνων δʼ ἐλαχυπτερύγων ἵππους ἀμείψαντες θοάς,ἁνία τʼ ἀντʼ ἐρετμῶν δίφρους τε νωμάσοισιν ἀελλόποδας.κεῖνος ὄρνις ἐκτελευτάσει μεγαλᾶν πολίωνματρόπολιν Θήραν γενέσθαι, τόν ποτε Τριτωνίδος ἐν προχοαῖςλίμνας θεῷ ἀνέρι εἰδομένῳ γαῖαν διδόντιξείνια πρῴραθεν Εὔφαμος καταβὰςδέξατʼ· αἴσιον δʼ ἐπί οἱ Κρονίων Ζεὺς πατὴρ ἔκλαγξε βροντάν·ἁνίκʼ ἄγκυραν ποτὶ χαλκόγενυνναῒ κρημνάντων ἐπέτοσσε, θοᾶς Ἀργοῦς χαλινόν. δώδεκα δὲ πρότερονἁμέρας ἐξ Ωκεανοῦ φέρομεν νώτων ὕπερ γαίας ἐρήμωνεἰνάλιον δόρυ, μήδεσιν ἀνσπάσσαντες ἀμοῖς.τουτάκι δʼ οἰοπόλος δαίμων ἐπῆλθεν, φαιδίμανἀνδρὸς αἰδοίου πρόσοψιν θηκάμενος· φιλίων δʼ ἐπέωνἄρχετο, ξείνοις ἅτʼ ἐλθόντεσσιν εὐεργέταιδεῖπνʼ ἐπαγγέλλοντι πρῶτον.ἀλλὰ γὰρ νόστου πρόφασις γλυκεροῦκώλυεν μεῖναι. φάτο δʼ Εὐρύπυλος Γαιαόχου παῖς ἀφθίτου Ἐννοσίδαἔμμεναι· γίγνωσκε δʼ ἐπειγομένους· ἂν δʼ εὐθὺς ἁρπάξαις ἀρούραςδεξιτερᾷ προτυχὸν ξένιον μάστευσε δοῦναι.οὐδʼ ἀπίθησέ νιν, ἀλλʼ ἥρως ἐπʼ ἀκταῖσιν θορὼνχειρί οἱ χεῖρʼ ἀντερείσαις δέξατο βώλακα δαιμονίαν.πεύθομαι δʼ αὐτὰν κατακλυσθεῖσαν ἐκ δούρατοςἐναλίαν βᾶμεν σὺν ἅλμᾳἑσπέρας, ὑγρῷ πελάγει σπομέναν. ἦ μάν νιν ὤτρυνον θαμὰ