ἓν παρʼ ἐσλὸν πήματα σύνδυο δαίονται βροτοῖςἀθάνατοι. τὰ μὲν ὦν οὐ δύνανται νήπιοι κόσμῳ φέρειν,ἀλλʼ ἀγαθοί, τὰ καλὰ τρέψαντες ἔξω.τὶν δὲ μοῖρʼ εὐδαιμονίας ἕπεται.λαγέταν γάρ τοι τύραννον δέρκεται,εἴ τινʼ ἀνθρώπων, ὁ μέγας πότμος. αἰὼν δʼ ἀσφαλὴςοὐκ ἔγεντʼ οὔτʼ Αἰακίδᾳ παρὰ Πηλεῖοὔτε παρʼ ἀντιθέῳ Κάδμῳ· λέγονται μὰν βροτῶνὄλβον ὑπέρτατον οἳ σχεῖν, οἵτε καὶ χρυσαμπύκωνμελπομενᾶν ἐν ὄρει Μοισᾶν καὶ ἐν ἑπταπύλοιςἄϊον Θήβαις, ὁπόθʼ Ἁρμονίαν γᾶμεν βοῶπιν,ὁ δὲ Νηρέος εὐβούλου Θέτιν παῖδα κλυτάν.καὶ θεοὶ δαίσαντο παρʼ ἀμφοτέροις,καὶ Κρόνου παῖδας βασιλῆας ἴδον χρυσέαις ἐν ἕδραις, ἕδνα τεδέξαντο· Διὸς δὲ χάρινἐκ προτέρων μεταμειψάμενοι καμάτων ἔστασαν ὀρθὰν καρδίαν. ἐν δʼ αὖτε χρόνῳτὸν μὲν ὀξείαισι θύγατρες ἐρήμωσαν πάθαιςεὐφροσύνας μέρος αἱ τρεῖς· ἀτὰρ λευκωλένῳ γε Ζεὺς πατὴρἤλυθεν ἐς λέχος ἱμερτὸν Θυώνᾳ.τοῦ δὲ παῖς, ὅνπερ μόνον ἀθανάτατίκτεν ἐν Φθίᾳ Θέτις, ἐν πολέμῳ τόξοις ἀπὸ ψυχὰν λιπὼνὦρσεν πυρὶ καιόμενοςἐκ Δαναῶν γόον. εἰ δὲ νόῳ τις ἔχει θνατῶν ἀλαθείας ὁδόν, χρὴ πρὸς μακάρωντυγχάνοντʼ εὖ πασχέμεν. ἄλλοτε δʼ ἀλλοῖαι πνοαὶὑψιπετᾶν ἀνέμων. ὄλβος οὐκ ἐς μακρὸν ἀνδρῶν ἔρχεταισάος , πολὺς εὖτʼ ἂν ἐπιβρίσαις ἕπηται.σμικρὸς ἐν σμικροῖς, μέγας ἐν μεγάλοιςἔσσομαι· τὸν ἀμφέποντʼ αἰεὶ φρασὶνδαίμονʼ ἀσκήσω κατʼ ἐμὰν θεραπεύων μαχανάν.εἰ δέ μοι πλοῦτον θεὸς ἁβρὸν ὀρέξαι,ἐλπίδʼ ἔχω κλέος εὑρέσθαι κεν ὑψηλὸν πρόσω.Νέστορα καὶ Λύκιον Σαρπηδόνʼ, ἀνθρώπων φάτις,ἐξ ἐπέων κελαδεννῶν, τέκτονες οἷα σοφοὶἅρμοσαν, γιγνώσκομεν. ἁ δʼ ἀρετὰ κλειναῖς ἀοιδαῖςχρονία τελέθει. παύροις δὲ πράξασθʼ εὐμαρές.