τλάσομαι ψυχᾷ γένος ἀμὸν ὀλέσσαιοἰκτροτάτῳ θανάτῳ ματρὸς βαρείᾳ σὺν πάθᾳ.ὣς φάτο· βάματι δʼ ἐν πρώτῳ κιχὼν παῖδʼ ἐκ νεκροῦἅρπασε· καιομένα δʼ αὐτῷ διέφαινε πυρά·καί ῥά νιν Μάγνητι φέρων πόρε Κενταύρῳ διδάξαιπολυπήμονας ἀνθρώποισιν ἰᾶσθαι νόσους.τοὺς μὲν ὦν, ὅσσοι μόλον αὐτοφύτωνἑλκέων ξυνάονες, ἢ πολιῷ χαλκῷ μέλη τετρωμένοιἢ χερμάδι τηλεβόλῳ,ἢ θερινῷ πυρὶ περθόμενοι δέμας ἢ χειμῶνι, λύσαις ἄλλον ἀλλοίων ἀχέωνἔξαγεν, τοὺς μὲν μαλακαῖς ἐπαοιδαῖς ἀμφέπων,τοὺς δὲ προσανέα πίνοντας, ἢ γυίοις περάπτων πάντοθενφάρμακα, τοὺς δὲ τομαῖς ἔστασεν ὀρθούς.ἀλλὰ κέρδει καὶ σοφία δέδεται.ἔτραπεν καὶ κεῖνον ἀγάνορι μισθῷ χρυσὸς ἐν χερσὶν φανεὶςἄνδρʼ ἐκ θανάτου κομίσαιἤδη ἁλωκότα· χερσὶ δʼ ἄρα Κρονίων ῥίψαις διʼ ἀμφοῖν ἀμπνοὰν στέρνων κάθελενὠκέως, αἴθων δὲ κεραυνὸς ἐνέσκιμψεν μόρον.χρὴ τὰ ἐοικότα πὰρ δαιμόνων μαστευέμεν θναταῖς φρασίν,γνόντα τὸ πὰρ ποδός, οἵας εἰμὲν αἴσας.μή, φίλα ψυχά, βίον ἀθάνατονσπεῦδε, τὰν δʼ ἔμπρακτον ἄντλει μαχανάν.εἰ δὲ σώφρων ἄντρον ἔναιʼ ἔτι Χείρων, καί τί οἱφίλτρον ἐν θυμῷ μελιγάρυες ὕμνοιἁμέτεροι τίθεν· ἰατῆρά τοί κέν νιν πίθονκαί νυν ἐσλοῖσι παρασχεῖν ἀνδράσιν θερμᾶν νόσωνἤ τινα Λατοΐδα κεκλημένον ἢ πατέρος.καί κεν ἐν ναυσὶν μόλον Ἰονίαν τάμνων θάλασσανἈρέθοισαν ἐπὶ κράναν παρʼ Αἰτναῖον ξένον,ὃς Συρακόσσαισι νέμει βασιλεὺςπραῢς ἀστοῖς, οὐ φθονέων ἀγαθοῖς, ξείνοις δὲ θαυμαστὸς πατήρ.τῷ μὲν διδύμας χάριτας,εἰ κατέβαν ὑγίειαν ἄγων χρυσέαν κῶμόν τʼ ἀέθλων Πυθίων αἴγλαν στεφάνοις.τοὺς ἀριστεύων Φερένικος ἕλʼ ἐν Κίρρᾳ ποτέ,ἀστέρος οὐρανίου φαμὶ τηλαυγέστερον κείνῳ φάοςἐξικόμαν κε βαθὺν πόντον περάσαις.ἀλλʼ ἐπεύξασθαι μὲν ἐγὼν ἐθέλωΜατρί, τὰν κοῦραι παρʼ ἐμὸν πρόθυρον σὺν Πανὶ μέλπονται θαμὰσεμνὰν θεὸν ἐννύχιαι.εἰ δὲ λόγων συνέμεν κορυφάν, Ἱέρων, ὀρθὰν ἐπίστᾳ, μανθάνων οἶσθα προτέρων·