ἤθελον Χείρωνά κε Φιλλυρίδαν,εἰ χρεὼν τοῦθʼ ἁμετέρας ἀπὸ γλώσσας κοινὸν εὔξασθαι ἔπος,ζώειν τὸν ἀποιχόμενον,Οὐρανίδα γόνον εὐρυμέδοντα Κρόνου, βάσσαισί τʼ ἄρχειν Παλίου Φῆρʼ ἀγρότερον,νοῦν ἔχοντʼ ἀνδρῶν φίλον· οἷος ἐὼν θρέψεν ποτὲτέκτονα νωδυνίας ἅμερον γυιαρκέος Ἀσκλήπιον,ἥρωα παντοδαπᾶν ἀλκτῆρα νούσων.τὸν μὲν εὐΐππου Φλεγύα θυγάτηρπρὶν τελέσσαι ματροπόλῳ σὺν Ἐλειθυίᾳ, δαμεῖσα χρυσέοιςτόξοισιν ὕπʼ Ἀρτέμιδος,εἰς Ἀΐδα δόμον ἐν θαλάμῳ κατέβα τέχναις Ἀπόλλωνος. χόλος δʼ οὐκ ἀλίθιοςγίνεται παίδων Διός. ἁ δʼ ἀποφλαυρίξαισά νινἀμπλακίαισι φρενῶν, ἄλλον αἴνησεν γάμον κρύβδαν πατρός,πρόσθεν ἀκειρεκόμᾳ μιχθεῖσα Φοίβῳ,καὶ φέροισα σπέρμα θεοῦ καθαρόν.οὐδʼ ἔμεινʼ ἐλθεῖν τράπεζαν νυμφίανοὐδὲ παμφώνων ἰαχὰν ὑμεναίων, ἅλικεςοἷα παρθένοι φιλέοισιν ἑταίρᾳἑσπερίαις ὑποκουρίζεσθʼ ἀοιδαῖς· ἀλλά τοιἤρατο τῶν ἀπεόντων· οἷα καὶ πολλοὶ πάθον.ἔστι δὲ φῦλον ἐν ἀνθρώποισι ματαιότατον,ὅστις αἰσχύνων ἐπιχώρια παπταίνει τὰ πόρσω,μεταμώνια θηρεύων ἀκράντοις ἐλπίσιν.ἔσχε τοιαύταν μεγάλαν ἀυάτανκαλλιπέπλου λῆμα Κορωνίδος. ἐλθόντος γὰρ εὐνάσθη ξένουλέκτροισιν ἀπʼ Ἀρκαδίας.οὐδʼ ἔλαθε σκοπόν· ἐν δʼ ἄρα μηλοδόκῳ Πυθῶνι τόσσαις ἄϊεν ναοῦ βασιλεὺςΛοξίας, κοινᾶνι παρʼ εὐθυτάτῳ γνώμαν πιθών,πάντα ἰσάντι νόῳ· ψευδέων δʼ οὐχ ἅπτεται· κλέπτει τέ νινοὐ θεὸς οὐ βροτὸς ἔργοις οὔτε βουλαῖς.καὶ τότε γνοὺς Ἴσχυος Εἰλατίδαξεινίαν κοίταν ἄθεμίν τε δόλον, πέμψεν κασιγνήταν μένειθύοισαν ἀμαιμακέτῳἐς Λακέρειαν. ἐπεὶ παρὰ Βοιβιάδος κρημνοῖσιν ᾤκει παρθένος. δαίμων δʼ ἕτεροςἐς κακὸν τρέψαις ἐδαμάσσατό νιν· καὶ γειτόνωνπολλοὶ ἐπαῦρον, ἁμᾷ δʼ ἔφθαρεν, πολλὰν δʼ ὄρει πῦρ ἐξ ἑνὸςσπέρματος ἐνθορὸν ἀΐστωσεν ὕλαν.ἀλλʼ ἐπεὶ τείχει θέσαν ἐν ξυλίνῳσύγγονοι κούραν, σέλας δʼ ἀμφέδραμενλάβρον Ἁφαίστου, τότʼ ἔειπεν Ἀπόλλων· οὐκέτι