ἀδύνατα δʼ ἔπος ἐκβαλεῖν κραταιὸν ἐν ἀγαθοῖςδόλιον ἀστόν· ὅμως μὰν σαίνων ποτὶ πάντας, ἀγὰν πάγχυ διαπλέκει.οὔ οἱ μετέχω θράσεος· φίλον εἴη φιλεῖν·ποτὶ δʼ ἐχθρὸν ἅτʼ ἐχθρὸς ἐὼν λύκοιο δίκαν ὑποθεύσομαι,ἄλλʼ ἄλλοτε πατέων ὁδοῖς σκολιαῖς.ἐν πάντα δὲ νόμον εὐθύγλωσσος ἀνὴρ προφέρει,παρὰ τυραννίδι, χὠπόταν ὁ λάβρος στρατός,χὤταν πόλιν οἱ σοφοὶ τηρέωντι. χρὴ δὲ πρὸς θεὸν οὐκ ἐρίζειν,ὃς ἀνέχει τοτὲ μὲν τὰ κείνων, τότʼ αὖθʼ ἑτέροις ἔδωκεν μέγα κῦδος. ἀλλʼ οὐδὲ ταῦτα νόονἰαίνει φθονερῶν· στάθμας δέ τινος ἑλκόμενοιπερισσᾶς ἐνέπαξαν ἕλκος ὀδυναρὸν ἑᾷ πρόσθε καρδίᾳ,πρὶν ὅσα φροντίδι μητίονται τυχεῖν.φέρειν δʼ ἐλαφρῶς ἐπαυχένιον λαβόντα ζυγὸνἀρήγει· ποτὶ κέντρον δέ τοιλακτιζέμεν τελέθειὀλισθηρὸς οἶμος· ἁδόντα δʼ εἴη με τοῖς ἀγαθοῖς ὁμιλεῖν.