ἑὸν ὄλεθρον ὅγʼ· ἐν δʼ ἀφύκτοισι γυιοπέδαις πεσὼν τὰν πολύκοινον ἀνδέξατʼ ἀγγελίαν.ἄνευ οἱ Χαρίτων τέκεν γόνον ὑπερφίαλον,μόνα καὶ μόνον, οὔτʼ ἐν ἀνδράσι γερασφόρον οὔτʼ ἐν θεῶν νόμοις·τὸν ὀνύμαξε τράφοισα Κένταυρον, ὃςἵπποισι Μαγνητίδεσσι ἐμίγνυτʼ ἐν Παλίουσφυροῖς, ἐκ δʼ ἐγένοντο στρατὸςθαυμαστός, ἀμφοτέροιςὁμοῖοι τοκεῦσι, τὰ ματρόθεν μὲν κάτω, τὰ δʼ ὕπερθε πατρός.θεὸς ἅπαν ἐπὶ ἐλπίδεσσι τέκμαρ ἀνύεται,θεός, ὃ καὶ πτερόεντʼ αἰετὸν κίχε, καὶ θαλασσαῖον παραμείβεταιδελφῖνα, καὶ ὑψιφρόνων τινʼ ἔκαμψε βροτῶν,ἑτέροισι δὲ κῦδος ἀγήραον παρέδωκʼ. ἐμὲ δὲ χρεὼνφεύγειν δάκος ἀδινὸν κακαγοριᾶν.εἶδον γὰρ ἑκὰς ἐὼν τὰ πόλλʼ ἐν ἀμαχανίᾳψογερὸν Ἀρχίλοχον βαρυλόγοις ἔχθεσινπιαινόμενον· τὸ πλουτεῖν δὲ σὺν τύχᾳ πότμου σοφίας ἄριστον.τὺ δὲ σάφα νιν ἔχεις, ἐλευθέρᾳ φρενὶ πεπαρεῖν,πρύτανι κύριε πολλᾶν μὲν εὐστεφάνων ἀγυιᾶν καὶ στρατοῦ. εἰ δέ τιςἤδη κτεάτεσσί τε καὶ περὶ τιμᾷ λέγειἕτερόν τινʼ ἀνʼ Ἑλλάδα τῶν πάροιθε γενέσθαι ὑπέρτερον,χαύνα πραπίδι παλαιμονεῖ κενεά.εὐανθέα δʼ ἀναβάσομαι στόλον ἀμφʼ ἀρετᾷκελαδέων. νεότατι μὲν ἀρήγει θράσοςδεινῶν πολέμων· ὅθεν φαμὶ καὶ σὲ τὰν ἀπείρονα δόξαν εὑρεῖν,τὰ μὲν ἐν ἱπποσόαισιν ἄνδρεσσι μαρνάμενον, τὰ δʼ ἐν πεζομάχαισι· βουλαὶ δὲ πρεσβύτεραιἀκίνδυνον ἐμοὶ ἔπος σὲ ποτὶ πάντα λόγονἐπαινεῖν παρέχοντι. χαῖρε. τόδε μὲν κατὰ Φοίνισσαν ἐμπολὰνμέλος ὑπὲρ πολιᾶς ἁλὸς πέμπεται·τὸ Καστόρειον δʼ ἐν Αἰολίδεσσι χορδαῖς ἑκὼνἄθρησον χάριν ἑπτακτύπουφόρμιγγος ἀντόμενος.γένοιʼ οἷος ἐσσὶ μαθών· καλός τοι πίθων παρὰ παισίν, αἰεὶκαλός. ὁ δὲ Ῥαδάμανθυς εὖ πέπραγεν, ὅτι φρενῶνἔλαχε καρπὸν ἀμώμητον, οὐδʼ ἀπάταισι θυμὸν τέρπεται ἔνδοθεν·οἷα ψιθύρων παλάμαις ἕπετʼ αἰεὶ βροτῷ.ἄμαχον κακὸν ἀμφοτέροις διαβολιᾶν ὑποφάτιες,ὀργαῖς ἀτενὲς ἀλωπέκων ἴκελοι.κερδοῖ δὲ τί μάλα τοῦτο κερδαλέον τελέθει;ἅτε γὰρ εἰνάλιον πόνον ἐχοίσας βαθὺνσκευᾶς ἑτέρας, ἀβάπτιστός εἰμι, φελλὸς ὣς ὑπὲρ ἕρκος, ἅλμας.