μεγαλοπόλιες ὦ Συράκοσαι, βαθυπολέμουτέμενος Ἄρεος, ἀνδρῶν ἵππων τε σιδαροχαρμᾶν δαιμόνιαι τροφοί,ὔμμιν τόδε τᾶν λιπαρᾶν ἀπὸ Θηβᾶν φέρωνμέλος ἔρχομαι ἀγγελίαν τετραορίας ἐλελίχθονος,εὐάρματος Ἱέρων ἐν ᾇ κρατέωντηλαυγέσιν ἀνέδησεν Ὀρτυγίαν στεφάνοις,ποταμίας ἕδος Ἀρτέμιδος, ἇς οὐκ ἄτερκείνας ἀγαναῖσιν ἐν χερσὶ ποικιλανίους ἐδάμασσε πώλους.ἐπὶ γὰρ ἰοχέαιρα παρθένος χερὶ διδύμᾳὅ τʼ ἐναγώνιος Ἑρμᾶς αἰγλᾶντα τίθησι κόσμον, ξεστὸν ὅταν δίφρονἔν θʼ ἅρματα πεισιχάλινα καταζευγνύῃσθένος ἵππιον, ὀρσοτρίαιναν εὐρυβίαν καλέων θεόν.ἄλλοις δέ τις ἐτέλεσσεν ἄλλος ἀνὴρεὐαχέα βασιλεῦσιν ὕμνον, ἄποινʼ ἀρετᾶς.κελαδέοντι μὲν ἀμφὶ Κινύραν πολλάκιςφᾶμαι Κυπρίων, τὸν ὁ χρυσοχαῖτα προφρόνως ἐφίλασ᾽ Ἀπόλλων,ἱερέα κτίλον Ἀφροδίτας· ἄγει δὲ χάρις φίλων ποίνιμος ἀντὶ ἔργων ὀπιζομένα·σὲ δʼ, ὦ Δεινομένειε παῖ, Ζεφυρία πρὸ δόμωνΛοκρὶς παρθένος ἀπύει, πολεμίων καμάτων ἐξ ἀμαχάνωνδιὰ τεὰν δύναμιν δρακεῖσʼ ἀσφαλές.θεῶν δʼ ἐφετμαῖς Ἰξίονα φαντὶ ταῦτα βροτοῖςλέγειν ἐν πτερόεντι τροχῷπαντᾷ κυλινδόμενον·τὸν εὐεργέταν ἀγαναῖς ἀμοιβαῖς ἐποιχομένους τίνεσθαι.ἔμαθε δὲ σαφές. εὐμενέσσι γὰρ παρὰ Κρονίδαιςγλυκὺν ἑλὼν βίοτον, μακρὸν οὐχ ὑπέμεινεν ὄλβον, μαινομέναις φρασὶνἭρας ὅτʼ ἐράσσατο, τὰν Διὸς εὐναὶ λάχονπολυγαθέες· ἀλλά νιν ὕβρις εἰς ἀυάταν ὑπεράφανονὦρσεν· τάχα δὲ παθὼν ἐοικότʼ ἀνὴρἐξαίρετον ἕλε μόχθον. αἱ δύο δʼ ἀμπλακίαιφερέπονοι τελέθοντι· τὸ μὲν ἥρως ὅτιἐμφύλιον αἷμα πρώτιστος οὐκ ἄτερ τέχνας ἐπέμιξε θνατοῖς,ὅτι τε μεγαλοκευθέεσσιν ἔν ποτε θαλάμοιςΔιὸς ἄκοιτιν ἐπειρᾶτο. χρὴ δὲ κατʼ αὐτὸν αἰεὶ παντὸς ὁρᾶν μέτρον.εὐναὶ δὲ παράτροποι ἐς κακότατʼ ἀθρόανἔβαλον· ποτὶ καὶ τὸν ἵκοντʼ· ἐπεὶ νεφέλᾳ παρελέξατο,ψεῦδος γλυκὺ μεθέπων, ἄϊδρις ἀνήρ·εἶδος γὰρ ὑπεροχωτάτᾳ πρέπεν οὐρανιᾶνθυγατέρι Κρόνου· ἅντε δόλον αὐτῷ θέσανΖηνὸς παλάμαι, καλὸν πῆμα. τὸν δὲ τετράκναμον ἔπραξε δεσμόν,